previous

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Στρεψιάδης

οἴμοι παρανοίας: ὡς ἐμαινόμην ἄρα,
ὅτ᾽ ἐξέβαλλον τοὺς θεοὺς διὰ Σωκράτη.
ἀλλ᾽ φίλ᾽ Ἑρμῆ μηδαμῶς θύμαινέ μοι
μηδέ μ᾽ ἐπιτρίψῃς, ἀλλὰ συγγνώμην ἔχε
1480ἐμοῦ παρανοήσαντος ἀδολεσχίᾳ:
καί μοι γενοῦ ξύμβουλος, εἴτ᾽ αὐτοὺς γραφὴν
διωκάθω γραψάμενος εἴθ᾽ τι σοι δοκεῖ.
ὀρθῶς παραινεῖς οὐκ ἐῶν δικορραφεῖν,
ἀλλ᾽ ὡς τάχιστ᾽ ἐμπιμπράναι τὴν οἰκίαν
1485τῶν ἀδολεσχῶν. δεῦρο δεῦρ᾽ Ξανθία,
κλίμακα λαβὼν ἔξελθε καὶ σμινύην φέρων,
κἄπειτ᾽ ἐπαναβὰς ἐπὶ τὸ φροντιστήριον
τὸ τέγος κατάσκαπτ᾽, εἰ φιλεῖς τὸν δεσπότην,
ἕως ἂν αὐτοῖς ἐμβάλῃς τὴν οἰκίαν:
1490ἐμοὶ δὲ δᾷδ᾽ ἐνεγκάτω τις ἡμμένην,
κἀγώ τιν᾽ αὐτῶν τήμερον δοῦναι δίκην
ἐμοὶ ποιήσω, κεἰ σφόδρ᾽ εἴσ᾽ ἀλαζόνες.

Μαθητής Α

ἰοὺ ἰού.

Στρεψιάδης

σὸν ἔργον δᾲς ἱέναι πολλὴν φλόγα.

Μαθητής Α

1495 ἄνθρωπε, τί ποιεῖς;

Στρεψιάδης
τι ποιῶ; τί δ᾽ ἄλλο γ᾽
διαλεπτολογοῦμαι ταῖς δοκοῖς τῆς οἰκίας;

Μαθητής Β

οἴμοι τίς ἡμῶν πυρπολεῖ τὴν οἰκίαν;

Στρεψιάδης

ἐκεῖνος οὗπερ θοἰμάτιον εἰλήφατε.

Μαθητής Γ

ἀπολεῖς ἀπολεῖς.

Στρεψιάδης
τοῦτ᾽ αὐτὸ γὰρ καὶ βούλομαι,
1500ἢν σμινύη μοι μὴ προδῷ τὰς ἐλπίδας,
'γὼ πρότερόν πως ἐκτραχηλισθῶ πεσών.

Σωκράτης

οὗτος τί ποιεῖς ἐτεὸν οὑπὶ τοῦ τέγους;

Στρεψιάδης

ἀεροβατῶ καὶ περιφρονῶ τὸν ἥλιον.

Σωκράτης

οἴμοι τάλας δείλαιος ἀποπνιγήσομαι.

Χαιρεφῶν

1505ἐγὼ δὲ κακοδαίμων γε κατακαυθήσομαι.

Στρεψιάδης

τί γὰρ μαθόντες τοὺς θεοὺς ὑβρίζετε,
καὶ τῆς σελήνης ἐσκοπεῖσθε τὴν ἕδραν;

Ερμῆς

δίωκε βάλλε παῖε, πολλῶν οὕνεκα,
μάλιστα δ᾽ εἰδὼς τοὺς θεοὺς ὡς ἠδίκουν.


Χορός

1510ἡγεῖσθ᾽ ἔξω: κεχόρευται γὰρ μετρίως τό γε τήμερον ἡμῖν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William James Hickie, 1853)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: