Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[6]
ἐκδόντες τοίνυν τὰς ἀδελφάς, ὦ ἄνδρες, καὶ ὄντες αὐτοὶ ἐν ἡλικίᾳ ἐπὶ τὸ στρατεύεσθαι ἐτραπόμεθα, καὶ ἀπεδημήσαμεν μετὰ Ἰφικράτους εἰς Θρᾴκην: ἐκεῖ δὲ δόξαντές του1 εἶναι ἄξιοι περιποιησάμενοί τι κατεπλεύσαμεν δεῦρο, καὶ καταλαμβάνομεν τῇ πρεσβυτέρᾳ ἀδελφῇ ὄντα δύο παιδία, τὴν δὲ νεωτέραν, ἣν εἶχε Μενεκλῆς, ἄπαιδα.