previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Χορός

1045βαρύς τε καὶ βαρεῖαν ξένος φάτιν
τήνδ᾽ εἶπ᾽, Ὀδυσσεῦ, κοὐχ ὑπείκουσαν κακοῖς.

Ὀδυσσεύς

πόλλ᾽ ἂν λέγειν ἔχοιμι πρὸς τὰ τοῦδ᾽ ἔπη,
εἴ μοι παρείκοι: νῦν δ᾽ ἑνὸς κρατῶ λόγου.
οὗ γὰρ τοιούτων δεῖ, τοιοῦτός εἰμ᾽ ἐγώ:
1050χὤπου δικαίων κἀγαθῶν ἀνδρῶν κρίσις,
οὐκ ἂν λάβοις μου μᾶλλον οὐδέν᾽ εὐσεβῆ.
νικᾶν γε μέντοι πανταχοῦ χρῄζων ἔφυν,
πλὴν εἰς σέ: νῦν δὲ σοί γ᾽ ἑκὼν ἐκστήσομαι.
ἄφετε γὰρ αὐτὸν μηδὲ προσψαύσητ᾽ ἔτι:
1055ἐᾶτε μίμνειν. οὐδὲ σοῦ προσχρῄζομεν,
τά γ᾽ ὅπλ᾽ ἔχοντες ταῦτ᾽, ἐπεὶ πάρεστι μὲν
Τεῦκρος παρ᾽ ἡμῖν, τήνδ᾽ ἐπιστήμην ἔχων,
ἐγώ θ᾽, ὃς οἶμαι σοῦ κάκιον οὐδὲν ἂν
τούτων κρατύνειν, μηδ᾽ ἐπιθύνειν χερί.
1060τί δῆτα σοῦ δεῖ; χαῖρε τὴν Λῆμνον πατῶν:
ἡμεῖς δ᾽ ἴωμεν, καὶ τάχ᾽ ἂν τὸ σὸν γέρας
τιμὴν ἐμοὶ νείμειεν, ἣν σὲ χρῆν ἔχειν.

Φιλοκτήτης

οἴμοι: τί δράσω δύσμορος; σὺ τοῖς ἐμοῖς
ὅπλοισι κοσμηθεὶς ἐν Ἀργείοις φανεῖ;

Ὀδυσσεύς

1065μή μ᾽ ἀντιφώνει μηδέν, ὡς στείχοντα δή.

Φιλοκτήτης

σπέρμ᾽ Ἀχιλλέως, οὐδὲ σοῦ φωνῆς ἔτι
γενήσομαι προσφθεγκτός, ἀλλ᾽ οὕτως ἄπει;

Ὀδυσσεύς

χώρει σύ: μὴ πρόσλευσσε, γενναῖός περ ὤν,
ἡμῶν ὅπως μὴ τὴν τύχην διαφθερεῖς.

Φιλοκτήτης

1070 καὶ πρὸς ὑμῶν ὧδ᾽ ἔρημος, ξένοι,
λειφθήσομαι δὴ κοὐκ ἐποικτερεῖτέ με;

Χορός

ὅδ᾽ ἐστὶν ἡμῶν ναυκράτωρ παῖς: ὅσ᾽ ἂν
οὗτος λέγῃ σοι, ταῦτά σοι χἠμεῖς φαμέν.

Νεοπτόλεμος

ἀκούσομαι μὲν ὡς ἔφυν οἴκτου πλέως
1075πρὸς τοῦδ᾽: ὅμως δὲ μείνατ᾽, εἰ τούτῳ δοκεῖ,
χρόνον τοσοῦτον, εἰς ὅσον τά τ᾽ ἐκ νεὼς
στείλωσι ναῦται καὶ θεοῖς εὐξώμεθα.
χοὖτος τάχ᾽ ἂν φρόνησιν ἐν τούτῳ λάβοι
λῴω τιν᾽ ἡμῖν. νὼ μὲν οὖν ὁρμώμεθον,
1080ὑμεῖς δ᾽, ὅταν καλῶμεν, ὁρμᾶσθαι ταχεῖς.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: