previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Νεοπτόλεμος

ἦλθόν με νηὶ ποικιλοστόλῳ μέτα
δῖός τ᾽ Ὀδυσσεὺς χὠ τροφεὺς τοὐμοῦ πατρός,
345λέγοντες, εἴτ᾽ ἀληθὲς εἴτ᾽ ἄρ᾽ οὖν μάτην,
ὡς οὐ θέμις γίγνοιτ᾽, ἐπεὶ κατέφθιτο
πατὴρ ἐμός, τὰ πέργαμ᾽ ἄλλον μ᾽ ἑλεῖν.
ταῦτ᾽, ξέν᾽, οὕτως ἐννέποντες οὐ πολὺν
χρόνον μ᾽ ἐπέσχον μή με ναυστολεῖν ταχύ,
350μάλιστα μὲν δὴ τοῦ θανόντος ἱμέρῳ,
ὅπως ἴδοιμ᾽ ἄθαπτον: οὐ γὰρ εἰδόμην:
ἔπειτα μέντοι χὠ λόγος καλὸς προσῆν,
εἰ τἀπὶ Τροίᾳ πέργαμ᾽ αἱρήσοιμ᾽ ἰών.
ἦν δ᾽ ἦμαρ ἤδη δεύτερον πλέοντί μοι,
355κἀγὼ πικρὸν Σίγειον οὐρίῳ πλάτῃ
κατηγόμην: καί μ᾽ εὐθὺς ἐν κύκλῳ στρατὸς
ἐκβάντα πᾶς ἠσπάζετ᾽, ὀμνύντες βλέπειν
τὸν οὐκέτ᾽ ὄντα ζῶντ᾽ Ἀχιλλέα πάλιν.
κεῖνος μὲν οὖν ἔκειτ᾽: ἐγὼ δ᾽ δύσμορος
360ἐπεὶ 'δάκρυσα κεῖνον, οὐ μακρῷ χρόνῳ
ἐλθὼν Ἀτρείδας πρὸς φίλους, ὡς εἰκὸς ἦν,
τά θ᾽ ὅπλ᾽ ἀπῄτουν τοῦ πατρὸς τά τ᾽ ἄλλ᾽ ὅσ᾽ ἦν.
οἱ δ᾽ εἶπον, οἴμοι, τλημονέστατον λόγον:
σπέρμ᾽ Ἀχιλλέως, τἄλλα μὲν πάρεστί σοι
365πατρῷ᾽ ἑλέσθαι, τῶν δ᾽ ὅπλων κείνων ἀνὴρ
ἄλλος κρατύνει νῦν, Λαέρτου γόνος.
κἀγὼ δακρύσας εὐθὺς ἐξανίσταμαι
ὀργῇ βαρείᾳ, καὶ καταλγήσας λέγω:
σχέτλι᾽, 'τολμήσατ᾽ ἀντ᾽ ἐμοῦ τινι
370δοῦναι τὰ τεύχη τἀμά, πρὶν μαθεῖν ἐμοῦ;
δ᾽ εἶπ᾽ Ὀδυσσεύς, πλησίον γὰρ ὢν κυρεῖ,
ναί, παῖ, δεδώκασ᾽ ἐνδίκως οὗτοι τάδε:
ἐγὼ γὰρ αὔτ᾽ ἔσωσα κἀκεῖνον παρών.
κἀγὼ χολωθεὶς εὐθὺς ἤρασσον κακοῖς
375τοῖς πᾶσιν, οὐδὲν ἐνδεὲς ποιούμενος,
εἰ τἀμὰ κεῖνος ὅπλ᾽ ἀφαιρήσοιτό με.
δ᾽ ἐνθάδ᾽ ἥκων, καίπερ οὐ δύσοργος ὤν,
δηχθεὶς πρὸς ἁξήκουσεν ὧδ᾽ ἠμείψατο:
οὐκ ἦσθ᾽ ἵν᾽ ἡμεῖς, ἀλλ᾽ ἀπῆσθ᾽ ἵν᾽ οὔ σ᾽ ἔδει:
380καὶ ταῦτ᾽, ἐπειδὴ καὶ λέγεις θρασυστομῶν,
οὐ μήποτ᾽ ἐς τὴν Σκῦρον ἐκπλεύσῃς ἔχων.
τοιαῦτ᾽ ἀκούσας κἀξονειδισθεὶς κακὰ
πλέω πρὸς οἴκους, τῶν ἐμῶν τητώμενος
πρὸς τοῦ κακίστου κἀκ κακῶν Ὀδυσσέως.
385κοὐκ αἰτιῶμαι κεῖνον ὡς τοὺς ἐν τέλει:
πόλις γάρ ἐστι πᾶσα τῶν ἡγουμένων
στρατός τε σύμπας: οἱ δ᾽ ἀκοσμοῦντες βροτῶν
διδασκάλων λόγοισι γίγνονται κακοί.
λόγος λέλεκται πᾶς: δ᾽ Ἀτρείδας στυγῶν
390ἐμοί θ᾽ ὁμοίως καὶ θεοῖς εἴη φίλος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: