[11]
διαλυομένης δὲ τῆς συνόδου Σκιπίωνα μὲν ὁ Ἀννίβας ἐπὶ ξένια ἐκάλει, Σκιπίων δὲ ἐλθεῖν ἂν ἔφη μάλα προθύμως, εἰ μὴ συνῆσθα νῦν Ἀντιόχῳ πρὸς Ῥωμαίους ὑπόπτως ἔχοντι. ὧδε μὲν ἐκεῖνοι, τῆς στρατηγίας ἀξίως, τὴν ἔχθραν ὡρίζοντο τοῖς πολέμοις, Φλαμινῖνος δ᾽ ἀνομοίως. ἡττηθέντος γὰρ ὕστερον Ἀντιόχου φεύγοντα τὸν Ἀννίβαν καὶ ἀλώμενον περὶ Βιθυνίαν, πρεσβεύων, ἐφ᾽ ἕτερα πρὸς Προυσίαν, οὔτε τι πρὸς τοῦ Ἀννίβου προπαθών, οὔτε Ῥωμαίων ἐντειλαμένων, οὔτε φοβερὸν ἔτι αὐτοῖς γενέσθαι δυνάμενον Καρχηδόνος κατεστραμμένης, ἔκτεινε διὰ τοῦ Προυσίου φαρμάκῳ, λεγόμενον μὲν ἐσχηκέναι ποτὲ χρησμὸν ὧδε ἔχοντα ‘Λίβυσσα κρύψει βῶλος Ἀννίβου δέμας,’ καὶ οἰόμενον ἐν Λιβύῃ τεθνήξεσθαι, ποταμὸς δ᾽ ἔστι Λίβυσσος ἐν τῇ Βιθυνίᾳ, καὶ πεδίον ἐκ τοῦ ποταμοῦ Λίβυσσα. καὶ τάδε μὲν ἐς ὑπόμνημα τῆς Ἀννίβου καὶ Σκιπίωνος μεγαλονοίας καὶ Φλαμινίνου σμικρότητος παρεθέμην.
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.