previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[55] οὕτω δὴ καὶ Σέλευκος ἐβασίλευσε τῆς Βαβυλωνίας. ἐβασίλευσε δὲ καὶ Μηδίας, Νικάτορα κτείνας αὐτὸς ἐν τῇ μάχῃ, τὸν ὑπ᾽ Ἀντιγόνου Μηδίας σατραπεύειν ἀπολελειμμένον. πολέμους δ᾽ ἐπολέμησε πολλοὺς Μακεδόσι καὶ βαρβάροις, καὶ τούτων Μακεδόσι μὲν δύο μεγίστους, τὸν μὲν ὕστερον Λυσιμάχῳ βασιλεύοντι Θρᾴκης, τὸν δὲ πρότερον Ἀντιγόνῳ περὶ Ἴψον τῆς Φρυγίας, αὐτῷ στρατηγοῦντι καὶ αὐτῷ μαχομένῳ, καίπερ ὑπὲρ ὀγδοήκοντα ἔτη γεγονότι. πεσόντος δ᾽ Ἀντιγόνου κατὰ τὴν μάχην, ὅσοι βασιλεῖς τὸν Ἀντίγονον ἅμα τῷ Σελεύκῳ καθῃρήκεσαν, τὴν Ἀντιγόνου γῆν διενέμοντο. καὶ Σέλευκος τότε τῆς μετ᾽ Εὐφράτην Συρίας ἐπὶ θαλάσσῃ καὶ Φρυγίας τῆς ἀνὰ τὸ μεσόγειον ἄρχειν διέλαχεν. ἐφεδρεύων δὲ ἀεὶ τοῖς ἐγγὺς ἔθνεσι, καὶ δυνατὸς ὢν βιάσασθαι καὶ πιθανὸς προσαγαγέσθαι, ἦρξε Μεσοποταμίας καὶ Ἀρμενίας καὶ Καππαδοκίας τῆς Σελευκίδος λεγομένης καὶ Περσῶν καὶ Παρθυαίων καὶ Βακτρίων καὶ Ἀράβων καὶ Ταπύρων καὶ τῆς Σογδιανῆς καὶ Ἀραχωσίας καὶ Ὑρκανίας, καὶ ὅσα ἄλλα ὅμορα ἔθνη μέχρι Ἰνδοῦ ποταμοῦ Ἀλεξάνδρῳ ἐγεγένητο δορίληπτα, ὡς ὡρίσθαι τῷδε μάλιστα μετ᾽ Ἀλέξανδρον τῆς Ἀσίας τὸ πλέον: ἀπὸ γὰρ Φρυγίας ἐπὶ ποταμὸν Ἰνδὸν ἄνω πάντα Σελεύκῳ κατήκουεν. καὶ τὸν Ἰνδὸν περάσας ἐπολέμησεν Ἀνδροκόττῳ βασιλεῖ τῶν περὶ αὐτὸν Ἰνδῶν, μέχρι φιλίαν αὐτῷ καὶ κῆδος συνέθετο. καὶ τῶνδε τὰ μὲν πρὸ τῆς Ἀντιγόνου τελευτῆς, τὰ δὲ μετ᾽ Ἀντίγονον ἐποίησεν.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (4 total)
  • Cross-references to this page (4):
    • Dictionary of Greek and Roman Geography (1854), I´NDIA
    • Dictionary of Greek and Roman Geography (1854), PHRY´GIA
    • Dictionary of Greek and Roman Geography (1854), PRASIACA
    • Smith's Bio, Nica'nor
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: