previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[14] δ᾽ ἔφη, ‘Θεσσαλοὺς μὲν οὐ δυσχερές, εἴτε νῦν εἴτε μετὰ χειμῶνα ἐθέλοις, ὑπάγεσθαι. τὸ γὰρ ἔθνος ἐκ πολλοῦ πεπονηκὸς ἔς τε σὲ νῦν καὶ ἐς Ῥωμαίους αὖ, εἴ τι γίγνοιτο νεώτερον, μεταβαλεῖται. ἤλθομεν δ᾽ ἄνευ τῆς οἰκείας δυνάμεως, Αἰτωλοῖς ἐπάγουσι πεισθέντες ὅτι καὶ Λακεδαιμόνιοι καὶ Φίλιππος ἡμῖν συμμαχήσουσιν: ὧν Λακεδαιμονίους μὲν καὶ πολεμεῖν ἡμῖν ἀκούω μετ᾽ Ἀχαιῶν, Φίλιππον δὲ οὐχ ὁρῶ σοι παρόντα, δυνατὸν ἐν τῷδε τῷ πολέμῳ ῥοπήν, ὁποτέρωσε προσθοῖτο, ποιῆσαι. τῆς δὲ γνώμης ἔχομαι τῆς αὐτῆς, τὴν στρατιὰν ἀπὸ τῆς Ἀσίας καλεῖν ὅτι τάχιστα, καὶ μὴ ἐν Ἀμυνάνδρῳ καὶ Αἰτωλοῖς τὰς ἐλπίδας ἔχειν, ὅταν δ᾽ ἀφίκηται, τὴν Ἰταλίαν πορθεῖν, ἵνα τοῖς οἰκείοις κακοῖς περισπώμενοι τὰ σὰ λυπῶσιν ἥκιστα, καὶ περὶ τῶν σφετέρων δεδιότες μηδαμοῦ προΐωσιν. δὲ τρόπος οὐκέθ᾽ ὅμοιος προύλεγον, ἀλλὰ χρὴ τὸ μὲν ἥμισυ τῶν νεῶν τὰ παράλια τῆς Ἰταλίας πορθεῖν, τὸ δὲ ἥμισυ ναυλοχεῖν ἐφεδρεῦον ἐς τὰ συμφερόμενα, αὐτὸν δὲ δὲ τῷ πεζῷ παντὶ προκαθήμενον τῆς Ἑλλάδος, ἀγχοῦ τῆς Ἰταλίας, δόξαν ἐμποιεῖν ἐσβολῆς, καὶ εἰ δύναιό ποτε, καὶ ἐσβαλεῖν. Φίλιππον δὲ πειρᾶσθαι μὲν προσάγεσθαι μηχανῇ πάσῃ, πλεῖστον ἐς ἑκατέρους ἐν τῷδε τῷ πολέμῳ δυνάμενον: ἢν δ᾽ ἀπειθῇ, τὸν σὸν υἱὸν αὐτῷ Σέλευκον ἐπιπέμπειν διὰ Θρᾴκης, ἵνα καὶ ὅδε περισπώμενος οἰκείοις κακοῖς μηδὲν τοῖς πολεμίοις χρήσιμος.’

τοσάδε μὲν Ἀννίβας εἶπε, καὶ ἦν ἄριστα πάντων: ὑπὸ δὲ φθόνου τῆς τε δόξης αὐτοῦ καὶ συνέσεως οἵ τε ἄλλοι καὶ αὐτὸς οὐχ ἧσσον βασιλεύς, ἵνα μὴ δοκοίη σφῶν Ἀννίβας τῇ στρατηγίᾳ προφέρειν, μηδὲ δόξα τῶν ἐσομένων ἐκείνου γένοιτο, μεθῆκαν ἅπαντα, πλὴν ὅτι Πολυξενίδας ἐπὶ τὴν στρατιὰν ἐς τὴν Ἀσίαν ἐπέμφθη.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: