previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[19] γενομένης δ᾽ ἐν χερσὶ τῆς μάχης, τὰ μὲν πρῶτα τὸν Μάνιον οἱ ψιλοὶ πανταχόθεν περιτρέχοντες ἐλύπουν: ἐπεὶ δὲ αὐτοὺς φιλοπόνως δεχόμενός τε καὶ ἀναχωρῶν καὶ αὖθις ἐπιὼν ἐτρέψατο, τοὺς μὲν ψιλοὺς φάλαγξ τῶν Μακεδόνων διαστᾶσα ἐς αὑτὴν ἐδέξατο καὶ συνελθοῦσα ἐκάλυψε, καὶ τὰς σαρίσσας ἐν τάξει πυκνὰς προὐβάλοντο, δὴ μάλιστα οἱ Μακεδόνες ἐξ Ἀλεξάνδρου καὶ Φιλίππου κατεπλήσσοντο τοὺς πολεμίους, ἀντίοις δόρασι πολλοῖς καὶ μακροῖς οὐ τολμῶντας πελάζειν. αἰφνίδιον δ᾽ ὤφθη τῶν Αἰτωλῶν ἐκ τοῦ Καλλιδρόμου φυγὴ καὶ βοή, καθαλλομένων ἐς τὸ Ἀντιόχου στρατόπεδον. τὸ μὲν δὴ πρῶτον ἑκατέροις ἄγνοιά τε τοῦ γιγνομένου καὶ θόρυβος ἦν ὡς ἐν ἀγνοίᾳ: ὡς δὲ Κάτων ἐπεφαίνετο διώκων αὐτοὺς μετὰ πολλῆς βοῆς, καὶ ὑπὲρ τὸ στρατόπεδον ἐγίγνετο ἤδη τὸ Ἀντιόχου, ἔδεισαν οἱ τοῦ βασιλέως, περί τε τῆς Ῥωμαίων μάχης ἐπιφόβως ἐκ πολλοῦ πυνθανόμενοι, καὶ σφᾶς εἰδότες ὑπὸ ἀργίας καὶ τρυφῆς δι᾽ ὅλου τοῦ χειμῶνος ἐς δυσεργίαν διεφθαρμένους. τούς τε σὺν τῷ Κάτωνι σαφῶς μὲν οὐ καθορῶντες ὁπόσοι τινὲς εἶεν ὑπὸ δὲ τοῦ φόβου πλείους νομίζοντες εἶναι, καὶ περὶ τῷ στρατοπέδῳ δείσαντες, ἀκόσμως ἐς αὐτὸ κατέφυγον ὡς ἀπ᾽ αὐτοῦ τοὺς πολεμίους ἀμυνούμενοι. Ῥωμαῖοι δ᾽ αὐτοῖς παραθέοντες συνεσέπεσον ἐς τὸ στρατόπεδον, καὶ ἦν ἄλλη φυγὴ τῶν Ἀντιοχείων ἐκεῖθεν ἄκοσμος. δὲ Μάνιος μέχρι μὲν ἐπὶ Σκάρφειαν ἐδίωκαν αὐτοὺς κτείνων τε καὶ ζωγρῶν, ἀπὸ δὲ τῆς Σκαρφείας ἐπανιὼν διήρπαζε τὸ στρατόπεδον τοῦ βασιλέως καὶ τοὺς Αἰτωλοὺς ἐπιδραμόντας τῷ Ῥωμαίων χάρακι παρὰ τὴν ἀπουσίαν αὐτῶν ἐξήλασεν ἐπιφανείς.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (1 total)
  • Cross-references to this page (1):
    • Dictionary of Greek and Roman Geography (1854), SCARPHE
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: