previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

μετὰ δὲ τὰς Ἑλληνικὰς πράξεις καὶ τὸν Ἀντιοχικὸν πόλεμον ἀπεδείχθη τιμητής, ἥτις ἐστὶν ἀρχὴ μεγίστη καὶ τρόπον τινὰ τῆς πολιτείας ἐπιτελείωσις. καὶ συνῆρχε μὲν αὐτῷ Μαρκέλλου τοῦ πεντάκις ὑπατεύσαντος υἱός, ἐξέβαλον δὲ τῆς βουλῆς τῶν οὐκ ἄγαν ἐπιφανῶν τέσσαρας, προσεδέξαντο δὲ πολίτας ἀπογραφομένους πάντας, ὅσοι γονέων ἐλευθέρων ἦσαν, ἀναγκασθέντες ὑπὸ τοῦ δημάρχου Τερεντίου Κουλέωνος, ὃς ἐπηρεάζων τοῖς ἀριστοκρατικοῖς ἔπεισε τὸν δῆμον ταῦτα ψηφίσασθαι.

[2] τῶν δὲ γνωριμωτάτων κατ᾽ αὑτὸν ἀνδρῶν καὶ μεγίστων ἐν τῇ πόλει διαφερομένων πρὸς ἀλλήλους, Ἀφρικανοῦ Σκηπίωνος καὶ Μάρκου Κάτωνος, τὸν μὲν προέγραψε τῆς βουλῆς, ὡς ἄριστον ἄνδρα καὶ πρῶτον, Κάτωνι δἐ εἰς ἔχθραν ἦλθε συμφορᾷ τοιαύτῃ χρησάμενος. ἀδελφὸς ἦν Τίτῳ Λεύκιος Φλαμινῖνος, οὔτε τὰ ἄλλα προσεοικὼς ἐκείνῳ τὴν φύσιν ἔν τε ταῖς ἡδοναῖς ἀνελεύθερος δεινῶς καὶ ὀλιγωρότατος τοῦ πρέποντος, [3] τούτῳ συνῆν μειρακίσκος ἐρώμενος, ὃν καὶ στρατιᾶς ἄρχων ἐπήγετο καὶ διέπων ἐπαρχίας εἶχεν ἀεὶ περὶ αὑτόν, ἔν οὖν πότῳ τινὶ θρυπτόμενος πρὸς τὸν [p. 374] Λεύκιον οὕτως ἔφη σφόδρα φιλεῖν αὐτόν ὥστε θέαν μονομάχων ἀπολιπεῖν οὔπω γεγονὼς ἀνθρώπου φονευομένου θεατής, τὸ πρὸς ἐκεῖνον ἡδὺ τοῦ πρὸς αὑτὸν ἐν πλείονι λόγῳ θέμενος. δὲ Λεύκιος ἡσθείςοὐδὲν,’ ἔφη, ‘δεινόν: ἰάσομαι γὰρ ἐγώ σου τὴν ἐπιθυμίαν.’ [4] καὶ κελεύσας ἕνα τῶν καταδίκων ἐκ τοῦ δεσμωτηρίου προαχθῆναι, καὶ τὸν ὑπηρέτην μεταπεμψάμενος, ἐν τῷ συμποσίῳ προσέταξεν ἀποκόψαι τοῦ ἀνθρώπου τὸν τράχηλον. Οὐαλλέριος δὲ Ἀντίας οὐκ ἐρωμένῳ φησίν, ἀλλ᾽ ἐρωμένῃ τοῦτο χαρίσασθαι τὸν Λεύκιον. δὲ Λίβιος ἐν λόγῳ Κάτωνος αὐτοῦ γεγράφθαι φησίν, ὡς Γαλάτην αὐτόμολον ἐλθόντα μετὰ παίδων καὶ γυναικὸς ἐπὶ τὰς θύρας δεξάμενος εἰς τὸ συμπόσιον Λεύκιος ἀπέκτεινεν ἰδίᾳ χειρί τῷ ἐρωμένῳ χαριζόμενος, [5] τοῦτο μὲν οὖν εἰκὸς εἰς δείνωσιν εἰρῆσθαι τῆς κατηγορίας ὑπὸ τοῦ Κάτωνος: ὅτι δὲ οὐκ αὐτόμολον ἤν, ἀλλὰ δεσμώτης ἀναιρεθεὶς καὶ ἐκ τῶν καταδίκων, ἄλλοι τε πολλοὶ καὶ Κικέρων ῥήτωρ ἐν τῷ περὶ γήρως αὐτῷ Κάτωνι τὴν διήγησιν ἀναθείς εἴρηκεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1921)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: