previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

τὰ μὲν οὖν ἄλλα προσεχώρει καθ᾽ ἡσυχίαν αὐτῷ, τὴν δὲ Βοιωτίαν ἀπολέμως ἐπιπορευομένῳ Θηβαίων ἀπήντησαν οἱ πρῶτοι, φρονοῦντες μὲν τὰ τοῦ Μακεδόνος διὰ Βραχύλλην, ἀσπαζόμενοι δὲ καὶ τιμῶντες τὸν Τίτον, ὡς φιλίας πρὸς ἀμφοτέρους ὑπαρχούσης. [2] δ᾽ ἐντυχὼν αὐτοῖς φιλανθρώπως καὶ δεξιωσάμενος προῆγεν ἡσυχῇ καθ᾽ ὁδόν, τὰ μὲν ἐρωτῶν καὶ πυνθανόμενος, τὰ δὲ διηγούμενος, καὶ παράγων ἐπίτηδες ἄχρι τοὺς στρατιώτας ἀναλαβεῖν ἐκ τῆς πορείας, [3] οὕτω δὲ προάγων συνεισῆλθε τοῖς Θηβαίοις εἰς τὴν πόλιν, οὐ πάνυ μὲν ἡδομένοις, ὀκνοῦσι δὲ κωλύειν, ἐπεὶ [p. 338] στρατιῶται γε μέτριοι τὸ πλῆθος εἵποντο. καὶ μέντοι παρελθὼν Τίτος, ὡς οὐκ ἔχων τὴν πόλιν, ἔπειθεν ἑλέσθαι τὰ Ῥωμαίων, Ἀττάλου τοῦ βασιλέως συναγορεύοντος αὐτῷ καὶ συνεξορμῶντος τοὺς Θηβαίους, ἀλλ᾽ Ἄτταλος μὲν, ὡς ἔοικε, τοῦ γήρως προθυμότερον ἑαυτὸν τῷ Τίτῳ ῥήτορα παρασχεῖν φιλοτιμούμενος, ἐν αὐτῷ τῷ λέγειν προσπεσόντος ἰλίγγου τινὸς ῥεύματος ἄφνω τὴν αἴσθησιν ἐπιληφθεὶς ἔπεσε, καὶ μετ᾽ οὐ πολὺ ταῖς ναυσὶν εἰς Ἀσίαν ἀποκομισθεὶς ἐτελεύτησεν: οἱ δὲ Βοιωτοὶ προσεχώρησαν τοῖς Ῥωμαίοις.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1921)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: