previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

τοῦτο δὲ αὑτὸν ἐπῆρε μάλιστα τὰς διὰ μέσου καὶ συνήθεις τοῖς νέοις ἀρχὰς ὑπερβάντα, δημαρχίαν καὶ στρατηγίαν καὶ ἀγορανομίαν, εὐθὺς αὑτὸν ὑπατείας ἀξιοῦν καὶ κατῄει τοὺς ἀπὸ τῶν κληρουχιῶν ἔχων προθύμους. τῶν δὲ περὶ Φούλβιον καὶ Μάνιον δημάρχων ἐνισταμένων καὶ δεινὸν εἶναι λεγόντων ἄνδρα νέον εἰς τὴν μεγίστην ἀρχὴν εἰσβιάζεσθαι παρὰ τοὺς νόμους, οἷον ἀτέλεστον ἔτι τῶν πρώτων ἱερῶν καὶ μυστηρίων τῆς πολιτείας, [2] μὲν σύγκλητος ἀπέδωκε τῷ δήμῳ τὴν ψῆφον, δὲ δῆμος ἀπέδειξεν αὑτὸν ὕπατον μετὰ Σέξτου Αἰλίου, καίπερ οὔπω τριάκοντα ἔτη γεγονότα, Κλήρῳ δὲ λαγχάνει τὸν πρὸς Φίλιππον καὶ Μακεδόνας πόλεμον, εὐτυχίᾳ τινὶ τῶν Ῥωμαίων συλλαχὼν πράγμασι καὶ ἀνθρώποις οὐ πάντα πολέμῳ καὶ βίᾳ χρωμένου δεομένοις ἄρχοντος, [p. 326] ἀλλὰ πειθοῖ καὶ . ὁμιλίᾳ μᾶλλον ἁλωσίμοις. [3] Φιλίππῳ γὰρ ἦν στόμωμα μὲν εἰς μάχην ἀποχρῶν Μακεδόνων ἀρχή, ῥώμη δὲ πολέμου τριβὴν ἔχοντος καὶ χορηγία καὶ καταφυγὴ καὶ ὄργανον ὅλως τῆς φάλαγγος τῶν Ἑλλήνων δύναμις, ὧν μὴ διαλυθέντων ἀπὸ τοῦ Φιλίππου μιᾶς μάχης οὐκ ἦν ἔργον πρὸς αὑτὸν πόλεμος. [4] δ᾽ Ἑλλὰς οὔπω πολλὰ συνενηνεγμένη Ῥωμαίοις, ἀλλὰ τότε πρῶτον ἐπιμιγνυμένη ταῖς πράξεσιν, εἰ μὴ φύσει τε χρηστὸς ἦν ἄρχων καὶ λόγῳ μᾶλλον πολέμῳ χρώμενος, ἐντυγχάνοντί τε προσῆν πιθανότης καὶ πρᾳότης ἐντυγχανομένῳ καὶ τόνος πλεῖστος ὑπὲρ τῶν δικαίων, οὐκ ἂν οὕτως ῥᾳδίως ἀντὶ τῶν συνήθων ἀλλόφυλον ἀρχὴν ἠγάπησε. ταῦτα μὲν οὖν ἐπὶ τῶν πράξεων αὐτοῦ δηλοῦται.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1921)
hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: