Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘διὰ τί τοὺς θριαμβεύσαντας ἑστιῶντες ἐν δημοσίῳ παρῃτοῦντο τοὺς ὑπάτους, καὶ πέμποντες παρεκάλουν μὴ ἐλθεῖν ἐπὶ τὸ δεῖπνον;’
ἢ καὶ τόπον ἔδει τῷ θριαμβεύσαντι κλισίας τὸν
ἐντιμότατον ἀποδίδοσθαι καὶ προπομπὴν μετὰ τὸ
δεῖπνον; ταῦτα δ᾽ οὐκ ἔξεστιν ἑτέρῳ γίγνεσθαι τῶν ὑπάτων παρόντων, ἀλλ᾽ ἐκείνοις.