Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘διὰ τί τὰς γυναῖκας οὔτ᾽ ἀλεῖν εἴων οὔτ᾽
ὀψοποιεῖν τὸ παλαιόν;’
ἢ τὰς συνθήκας διαμνημονεύοντες, ἃς ἐποιήσαντο πρὸς τοὺς Σαβίνους; ἐπεὶ γὰρ ἥρπασαν τὰς θυγατέρας αὐτῶν εἶτα πολεμήσαντες διηλλάγησαν,
ἐν ταῖς ἄλλαις ὁμολογίαις καὶ τοῦτ᾽ ἐγράφη, μήτ᾽ ἀλεῖν ἀνδρὶ Ῥωμαίῳ γυναῖκα μήτε μαγειρεύειν.