Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[p. 136]
‘διὰ τί τῷ Ἡρακλεῖ γιγνομένης θυσίας
ἄλλον οὐδένα θεῶν ὀνομάζουσιν οὐδὲ φαίνεται κύων ἐντὸς τῶν περιβόλων, ὡς Βάρρων ἱστόρηκεν;’
ἢ θεὸν μὲν ἄλλον οὐκ ὀνομάζουσι διὰ τὸ τοῦτον ἡμίθεον νομίζειν; ὡς δέ φασιν ἔνιοι, καὶ μετὰ τῶν ἀνθρώπων ὄντος ἔτι βωμὸν ἱδρύσασθαι τὸν Εὔανδρον αὐτοῦ καὶ θυσίαν προσαγαγεῖν. κυνὶ δὲ
πάντων μάλιστα τῶν ζῴων ἐπολέμησε: καὶ γὰρ
οὗτος αὐτῷ ἀεὶ πολλὰ πράγματα παρέσχ᾽
ὡς
ὁ Κέρβερος καὶ ἐπὶ πᾶσι, τοῦ Λικυμνίου παιδὸς Οἰωνοῦ διὰ κύνα φονευθέντος ὑπὸ τῶν
Ἱπποκοωντιδῶν, ἀναγκασθεὶς μάχην συνάψαι τῶν τ᾽ ἄλλων φίλων πολλοὺς ἀπέβαλε καὶ τὸν ἀδελφὸν
Ἰφικλέα.