Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ ἔν τε πολέμοις καὶ κτίσεσι πόλεων ἔν τε
λοιμοῖς [p. 135] καὶ καρπῶν ἀφορίαις, δεινὸν ἡγοῦμαι μὴ θεῷ
καὶ προνοίᾳ τὴν εὕρεσιν αὐτοῦ καὶ ἀρχὴν ἀλλὰ τῷ κατὰ τύχην καὶ
αὐτομάτως ἀνατίθεσθαι. πρὸς δὴ ταῦτ᾽’ εἶπε ‘τὸν Λαμπρίαν 1
βούλομαι διαλεχθῆναι περιμενεῖς 2 δέ;᾽’
‘πάνυ μὲν οὖν’ ὁ Φίλιππος ἔφη ‘καὶ πάντες οὗτοι: πάντας γὰρ
ἡμᾶς ὁ λόγος κεκίνηκε.’
κἀγὼ πρὸς αὐτὸν ‘ἐμὲ δ᾽’ εἶπον ‘οὐ κεκίνηκεν ὦ Φίλιππε μόνον
ἀλλὰ καὶ συγκέχυκεν, εἰ ἐν τοσούτοις καὶ τηλικούτοις οὖσιν ὑμῖν δοκῶ
παρ᾽ ἡλικίαν τῷ πιθανῷ τοῦ λόγου
καλλωπιζόμενος ἀναιρεῖν ’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.