previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

13. οὗτοι μὲν οὖν ἐν τούτοις ἦσαν, οἱ δὲ ἄλλοι ἐπεὶ τὰ σκάφη καὶ ὑπὲρ τὴν δύναμιν αὐτῶν κατεγέμισαν, ἦραν χειμῶνα μέγαν καὶ τότε ἐπιτηρήσαντες. οὐ μὴν καὶ ὤναντό γε αὐτοῦ: οἱ γὰρ Ῥωμαῖοι καταβαρεῖς αὐτοὺς καὶ βραχὺ πάνυ τοῦ [2] ὕδατος ὑπερέχοντας ἰδόντες ἀντανήχθησαν, καὶ αὐτοῖς ἐσκεδασμένοις, ὥς που καὶ ἄνεμος καὶ κλύδων ἦγε, προσπίπτοντες ναυμαχίας μὲν οὐδὲν ἔργον ἔσχον, τὰ δὲ δὴ πλοῖα αὐτῶν ἀφειδῶς ἔκοπτον, πολλὰ μὲν τοῖς κοντοῖς ὠθοῦντες, πολλὰ δὲ καὶ τοῖς ἐμβόλοις ἀναρρηγνύντες, ἔστι δ᾽ καὶ αὐτῇ τῇ προσβολῇ σφῶν ἀνατρέποντες. [3] καὶ ἐκεῖνοι δρᾶσαι μὲν οὐδέν, 1 οὐδ᾽ εἰ τὰ μάλιστα ἤθελον, ἠδύναντο: διαφυγεῖν δέ πῃ πειρώμενοι οἱ μὲν ὑπὸ τοῦ πνεύματος, ἀπλήστως αὐτῷ χρώμενοι, ἐβαπτίζοντο, οἱ δ᾽ ὑπὸ τῶν ἐναντίων καταλαμβανόμενοι [4] διώλλυντο. θεώμενοι δὲ ταῦτα οἱ ἐν τῷ Βυζαντίῳ τέως μὲν ἐθεοκλύτουν καὶ ἐπεβόων ἄλλοτε ἄλλοι 2 τοῖς γινομένοις, ὡς ἑκάστῳ τι τῆς θέας ἐκείνης τοῦ πάθους προσέπιπτεν: ἐπεὶ δὲ πανσυδὶ αὐτοὺς ἀπολλυμένους εἶδον, τότε δὴ [p. 192] ἀθρόοι καὶ ἀνῴμωξαν καὶ ἀνεθρήνησαν, κἀκ τούτου τό τε λοιπὸν τῆς ἡμέρας καὶ τὴν νύκτα [5] πᾶσαν ἐπένθουν. τοσαῦτα γὰρ τὰ πάντα ναυάγια ἐγένετο ὥστε καὶ ἐς τὰς νήσους καὶ ἐς τὴν Ἀσίαν ἐξενεχθῆναί τινα, καὶ ἀπ᾽ αὐτῶν καὶ τὴν ἧττάν σφων, καὶ πρὶν ἀκουσθῆναι, γνωσθῆναι. καὶ τῇ ὑστεραίᾳ τοῖς Βυζαντίοις ἐπὶ μεῖζον τὸ δεινὸν [6] ηὐξήθη: ὡς γὰρ κλύδων ἐστόρεστο, πᾶσα θάλασσα πρὸς τῷ Βυζαντίῳ καὶ τῶν νεκρῶν καὶ τῶν ναυαγίων καὶ τοῦ αἵματος ἐπληρώθη, πολλὰ δὲ καὶ ἐς τὴν γῆν ἐξεβράσθη, ὥστε καὶ χαλεπώτερον ἐκ τῆς ὄψεώς σφων τὸ δεινὸν αὐτοῦ τοῦ ἔργου φανῆναι. ”

1 ou)de/n R. Steph., ou)qe/n *wC.

2 a)/lloi Dind., a)/llois *wC.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: