previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

3. σημεῖα δὲ αὐτῷ ἐξ ὧν τὴν ἡγεμονίαν ἤλπισε, ταῦτα ἐγένετο. ὅτε γὰρ ἐς τὸ βουλευτήριον ἐσεγράφη, ὄναρ ἔδοξε λύκαινάν τινα κατὰ ταὐτὰ [p. 166] τῷ Ῥωμύλῳ θηλάζειν. μέλλοντί τε αὐτῷ τὴν Ἰουλίαν ἄγεσθαι Φαυστῖνα τοῦ Μάρκου γυνὴ τὸν θάλαμόν σφισιν ἐν τῷ Ἀφροδισίῳ τῷ [2] κατὰ τὸ παλάτιον παρεσκεύασεν. ὕδωρ τε ἐκ τῆς χειρὸς αὐτῷ καθεύδοντί ποτε, ὥσπερ ἐκ πηγῆς, ἀνεδόθη. καὶ ἐν Λουγδούνῳ ἄρχοντι πᾶσα αὐτῷ τῶν Ῥωμαίων δύναμις προσῆλθέ τε καὶ ἠσπάσατο, ὄναρ φημί. καὶ ἄλλοτε ἀνήχθη ἐς περιωπὴν ὑπό τινος, καὶ καθορῶν ἀπ᾽ αὐτῆς πᾶσαν μὲν τὴν γῆν πᾶσαν δὲ τὴν θάλατταν ἐφήπτετο αὐτῶν ὥσπερ παναρμονίου τινὸς ὀργάνου, [3] καὶ ἐκεῖνα συνεφθέγγετο. καὶ αὖθις ἵππον ἐν τῇ ἀγορᾷ τῇ Ῥωμαίᾳ τὸν μὲν Περτίνακα ἀναβεβηκότα 1 ἀπορρῖψαι, ἑαυτὸν δὲ ἑκόντα ἀναλαβεῖν ἐνόμισε. ταῦτα μὲν ἐκ τῶν ὀνειράτων ἔμαθεν, ὕπαρ δὲ ἐς 2 τὸν βασιλικὸν δίφρον ἔφηβος ὢν ἔτι ἀγνοίᾳ ἐνιδρύθη. 3 τὴν μὲν οὖν ἡγεμονίαν μετὰ τῶν ἄλλων καὶ ταῦτα αὐτῷ προεδήλωσε. ”

1 a)nabebhko/ta Rk., kai\ a)nabebhko/ta *wC.

2 e)s Leuncl., e)s te *wC.

3 e)nidru/qh Bk., e)nidru/nqh *wC.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: