previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

11. λιμοῦ τε ἰσχυροῦ γενομένου, οὐ μόνον τῆς ἐν τῷ τότε παρόντι ἀφθονίας τῶν τροφῶν ἀλλὰ καὶ τῆς ἐς πάντα τὸν μετὰ ταῦτα αἰῶνα πρόνοιαν [2] ἐποιήσατο. ἐπεσάκτου γὰρ παντὸς ὡς εἰπεῖν τοῦ σίτου τοῖς Ῥωμαίοις ὄντος, χώρα πρὸς ταῖς 1 τοῦ Τιβέριδος ἐκβολαῖς, οὔτε κατάρσεις ἀσφαλεῖς οὔτε λιμένας ἐπιτηδείους ἔχουσα, ἀνωφελές σφισι τὸ κράτος τῆς θαλάσσης ἐποίει: ἔξω τε γὰρ τῶν τῇ τε ὡραίᾳ 2 ἐσκομισθέντων καὶ [p. 394] ἐς τὰς ἀποθήκας ἀναχθέντων οὐδὲν τὴν χειμερινὴν ἐσεφοίτα, ἀλλ᾽ εἴ τις παρεκινδύνευσε, κακῶς [3] ἀπήλλασσε. τοῦτ᾽ οὖν συνιδὼν λιμένα τε κατασκευάσαι ἐπεχείρησεν, οὐδ᾽ ἀπετράπη καίπερ τῶν ἀρχιτεκτόνων εἰπόντων αὐτῷ, πυθομένῳ πόσον τὸ ἀνάλωμα ἔσοιτο, ὅτιοὐ θέλεις αὐτὸν ποιῆσαι:’ οὕτως ὑπὸ τοῦ πλήθους τοῦ δαπανήματος ἀναχαιτισθῆναι αὐτόν, εἰ προπύθοιτο αὐτό, ἤλπισαν: ἀλλὰ καὶ ἐνεθυμήθη πρᾶγμα καὶ τοῦ φρονήματος καὶ τοῦ μεγέθους τοῦ τῆς Ῥώμης [4] ἄξιον καὶ ἐπετέλεσε. τοῦτο μὲν γὰρ ἐξορύξας τῆς ἠπείρου χωρίον οὐ σμικρόν, τὸ πέριξ πᾶν ἐκρηπίδωσε καὶ τὴν θάλασσαν ἐς αὐτὸ ἐσεδέξατο: τοῦτο δὲ ἐν αὐτῷ τῷ πελάγει χώματα ἑκατέρωθεν αὐτοῦ μεγάλα χώσας θάλασσαν ἐνταῦθα πολλὴν περιέβαλε, καὶ νῆσον ἐν 3 αὐτῇ πύργον τε ἐπ᾽ [5] ἐκείνῃ φρυκτωρίαν ἔχοντα κατεστήσατο. μὲν οὖν λιμὴν καὶ νῦν οὕτω κατά γε τὸ ἐπιχώριον ὀνομαζόμενος ὑπ᾽ ἐκείνου τότε ἐποιήθη: 4 τὴν δὲ δὴ λίμνην τὴν Φουκίνην τὴν τῶν Μαρσῶν ἠθέλησε μὲν ἐς τὸν Λῖριν ἐξαγαγεῖν, ὅπως τε χώρα περὶ αὐτὴν γεωργῆται καὶ ποταμὸς ναυσίπορος μᾶλλον γένηται, μάτην δὲ δὴ ἐδαπανήθη. [6] ἐνομοθέτησε μὲν οὖν καὶ ἄλλα τινά, ὧν οὐδεμία μοι ἄλλως 5 ἀνάγκη μνημονεῦσαί ἐστι, κατέδειξε δὲ καὶ τάδε, τούς τε κληρωτοὺς ἄρχοντας πρὸ τῆς τοῦ Ἀπριλίου νουμηνίας, ἐπειδήπερ ἐπὶ πολὺ ἐν τῷ ἄστει ἐνεχρόνιζον, [p. 396] ἀφορμᾶσθαι, καὶ τοὺς αἱρετοὺς μηδεμίαν οἱ χάριν [7] ἐν τῷ συνεδρίῳ γιγνώσκειν, ὅπερ κατά τι ἔθος ἐποίουν, εἰπὼν ὅτιοὐχ οὗτοι ἐμοὶ χάριν ἔχειν ὀφείλουσιν ὥσπερ ἐσπουδαρχηκότες, ἀλλ᾽ ἐγὼ τούτοις ὅτι μοι τὴν ἡγεμονίαν προθύμως συνδιαφέρουσι: καὶ ἄν γε καὶ καλῶς ἄρξωσι, πολὺ [8] μᾶλλον αὐτοὺς ἐπαινέσω.’ τοῖς μὲν οὖν ὑπ᾽ ἀσθενείας βίου μὴ δυναμένοις βουλεύειν ἐφίει παρίεσθαι, ἔκ τε τῶν ἱππέων τινὰς ἐς τὰς δημαρχίας ἐσεδέχετο: τοὺς δ᾽ ἄλλους καὶ πάνυ πάντας ἐπηνάγκαζεν ἐς τὸ βουλευτήριον, ὁσάκις ἂν ἐπαγγελθῇ σφισι, συμφοιτᾶν. καὶ ἐπὶ μὲν τούτῳ οὕτως ἰσχυρῶς τοῖς μὴ πειθαρχοῦσιν

1 tai=s R. Steph., toi=s M.

2 w(rai/a| v. Hers., w(/rai M Xiph.

3 e)n Bk., e)p' M Xiph.

4 to/te e)poih/qh Bk., te e)poih/qh M.

5 a)/llws Bk., a)/llh M.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: