previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

21. διά τε οὖν τοῦτο, καὶ ὅτι καὶ τοῦ Τογοδούμνου [p. 420] φθαρέντος οἱ Βρεττανοὶ οὐχ ὅσον ἐνέδοσαν, ἀλλὰ καὶ μᾶλλον πρὸς τὴν τιμωρίαν αὐτοῦ ἐπισυνέστησαν, φοβηθεὶς Πλαύτιος οὐκέτι περαιτέρω προεχώρησεν, ἀλλ᾽ αὐτός τε τὰ παρόντα διὰ φυλακῆς ἐποιήσατο καὶ τὸν Κλαύδιον μετεπέμψατο: [2] εἴρητο γὰρ αὐτῷ, εἴ τι βιαιότερον γίγνοιτο, τοῦτο ποιῆσαι, καὶ παρασκευή γε ἐπὶ τῇ στρατείᾳ 1 πολλὴ τῶν τε ἄλλων καὶ ἐλεφάντων προσυνείλεκτο. ἐλθούσης δὲ τῆς ἀγγελίας Κλαύδιος τὰ μὲν οἴκοι τῷ Οὐιτελλίῳ 2 τῷ Λουκίῳ τῷ συνάρχοντι τά τε ἄλλα καὶ τοὺς στρατιώτας ἐνεχείρισε ῾καὶ γὰρ ἐξ ἴσου αὐτὸν ἑαυτῷ ἑξάμηνον ὅλον ὑπατεῦσαι [3] ἐποίησεν᾽, αὐτὸς δὲ ἐξεστρατεύσατο. καὶ καταπλεύσας ἐς τὰ Ὤστια ἐκεῖθεν ἐς Μασσαλίαν παρεκομίσθη, κἀντεῦθεν τὰ μὲν πεζῇ τὰ δὲ καὶ διὰ τῶν ποταμῶν πορευόμενος πρός τε τὸν ὠκεανὸν ἀφίκετο, καὶ περαιωθεὶς ἐς τὴν Βρεττανίαν συνέμιξε τοῖς στρατοπέδοις πρὸς τῷ Ταμέσᾳ [4] ἀναμένουσιν αὐτόν. καὶ παραλαβών σφας ἐκεῖνόν τε ἐπιδιέβη, καὶ τοῖς βαρβάροις πρὸς τὴν ἔφοδον αὐτοῦ συνεστραμμένοις ἐς χεῖρας ἐλθὼν μάχῃ τε ἐνίκησε καὶ τὸ Καμουλόδουνον τὸ τοῦ Κυνοβελλίνου βασίλειον εἷλε. κἀκ τούτου συχνοὺς τοὺς μὲν ὁμολογίᾳ τοὺς δὲ καὶ βίᾳ προσαγαγόμενος 3 αὐτοκράτωρ [5] πολλάκις ἐπωνομάσθη παρὰ τὰ πάτρια ῾οὐ γὰρ ἔστιν ἑνὶ 4 οὐδενὶ πλέον ἅπαξ ἐκ τοῦ αὐτοῦ πολέμου τὴν ἐπίκλησιν ταύτην λαβεῖν᾽, καὶ τὰ ὅπλα αὐτῶν ἀφελόμενος ἐκείνους μὲν τῷ Πλαυτίῳ [p. 422] προσέταξεν, ἐντειλάμενός οἱ καὶ τὰ λοιπὰ προσκαταστρέψασθαι, αὐτὸς δὲ ἐς τὴν Ῥώμην ἠπείχθη, τὴν ἀγγελίαν τῆς νίκης διὰ τῶν γαμβρῶν, τοῦ τε

1 th=| stratei/a| Rk., th=s stratia=s M.

2 *ou)itelli/w| R. Steph., i)outelli/wi M.

3 prosagago/menos Bk., prosago/menos M.

4 e(ni\ Kniper, e)n M.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: