previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἐπεὶ δὲ οἱ δέκα πρέσβεις, οὓς σύγκλητος ἔπεμψε τῷ Τίτῳ, συνεβούλευον τοὺς μὲν ἄλλους Ἕλληνας ἐλευθεροῦν, Κόρινθον δὲ καὶ Χαλκίδα καὶ Δημητριάδα διατηρεῖν ἐμφρούρους ἕνεκα τῆς πρὸς Ἀντίοχον ἀσφαλείας, ἐνταῦθα δὴ ταῖς κατηγορίαις λαμπροὶ λαμπρῶς τὰς πόλεις ἀνερρήγνυσαν Αἰτωλοί, τὸν μὲν Τίτον κελεύοντες τὰς πέδας τῆς Ἑλλάδος λύειν οὕτω γὰρ Φίλιππος εἰώθει τὰς προειρημένας πόλεις ὀνομάζειν, [2] τοὺς δὲ Ἕλληνας ἐρωτῶντες εἰ κλοιὸν ἔχοντες βαρύτερον μὲν, λειότερον δὲ τοῦ πάλαι τὸν νῦν, χαίρουσι, καὶ θαυμάζουσι τὸν Τίτον ὡς εὐεργέτην, ὅτι τοῦ ποδὸς λύσας τὴν Ἑλλάδα τοῦ τραχήλου δέδεκεν. ἐφ᾽ οἷς ἀχθόμενος Τίτος καὶ βαρέως φέρων, καὶ δεόμενος τοῦ συνεδρίου, τέλος ἐξέπεισε καὶ ταύτας [p. 350] τὰς πόλεις ἀνεῖναι τῆς φρουρᾶς, ὅπως ὁλόκληρος χάρις ὑπάρξῃ παρ᾽ αὐτοῦ τοῖς Ἕλλησιν.

[3] Ἰσθμίων οὖν ἀγομένων πλῆθος μὲν ἀνθρώπων ἐν τῷ σταδίῳ καθῆστο τὸν γυμνικὸν ἀγῶνα θεωμένων, οἷα δὴ διὰ χρόνων πεπαυμένης μὲν πολέμων τῆς Ἑλλάδος ἐπ᾽ ἐλπίσιν ἐλευθερίας, σαφεῖ δὲ εἰρήνῃ πανηγυριζούσης τῇ σάλπιγγι δὲ σιωπῆς εἰς ἅπαντας διαδοθείσης, [4] προελθὼν εἰς μέσον κῆρυξ ἀνεῖπεν ὅτι Ῥωμαίων σύγκλητος καὶ Τίτος Κοΐντιος στρατηγὸς ὕπατος καταπολεμήσαντες βασιλέα Φίλιππον καὶ Μακεδόνας, ἀφιᾶσιν ἀφρουρήτους καὶ ἐλευθέρους καὶ ἀφορολογήτους, νόμοις χρωμένους τοῖς πατρίοις, Κορινθίους, Λοκρούς, Φωκεῖς, Εὐβοέας, Ἀχαιοὺς Φθιώτας, Μάγνητας, Θετταλούς, Περραιβούς. τὸ μὲν οὖν πρῶτον οὐ πάνυ πάντες οὐδὲ σαφῶς ἐπήκουσαν, ἀλλ᾽ ἀνώμαλος καὶ θορυβώδης κίνησις ἦν ἐν τῷ σταδίῳ θαυμαζόντων καὶ διαπυνθανομένων [5] καὶ πάλιν ἀνειπεῖν κελευόντων ὡς δὲ αὖθις ἡσυχίας γενομένης ἀναγαγὼν κῆρυξ τὴν φωνὴν προθυμότερον εἰς ἅπαντας ἐγεγώνει καὶ διῆλθε τὸ κήρυγμα, κραυγὴ μὲν ἄπιστος τὸ μέγεθος διὰ χαρὰν ἐχώρει μέχρι θαλάττης, ὀρθὸν δὲ ἀνειστήκει τὸ θέατρον, οὐδεὶς δὲ λόγος ἦν τῶν ἀγωνιζομένων, ἔσπευδον δὲ πάντες ἀναπηδῆσαι καὶ δεξιώσασθαι καὶ προσειπεῖν τὸν σωτῆρα τῆς Ἑλλάδος καὶ πρόμαχον.

[6] τὸ δὲ πολλάκις λεγόμενον εἰς ὑπερβολὴν τῆς φωνῆς καὶ μέγεθος ὤφθη τότε. κόρακες γὰρ [p. 352] ὑπερπετόμενοι κατὰ τύχην ἔπεσον εἰς τὸ στάδιον. αἰτία δὲ τοῦ ἀέρος ῥῆξις: ὅταν γὰρ φωνὴ πολλὴ καὶ μεγάλη φέρηται, διασπώμενος ὑπ᾽ αὐτῆς οὐκ ἀντερείδει τοῖς πετομένοις, ἀλλ᾽ ὀλίσθημα ποιεῖ καθάπερ κενεμβατοῦσιν, εἰ μὴ νὴ Δία πληγῇ τινι μᾶλλον ὡς ὑπὸ βέλους διελαυνόμενα πίπτει καὶ ἀποθνῄσκει, δύναται δὲ καὶ περιδίνησις εἶναι τοῦ ἀέρος, οἷον ἑλιγμὸν ἐν πελάγει καὶ παλιρρύμην τοῦ σάλου διὰ μέγεθος λαμβάνοντος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1921)
hide References (9 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: