previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Περὶ μερῶν τῆς φάλαγγος τῶν ὁπλιτῶν τῆς τε ὀνομασίας αὐτῶν καὶ τοῦ ἀριθμοῦ Ἀναγκαῖον δὲ πρῶτον τὴν φάλαγγα καταλοχίσαι: τοῦτο δέ ἐστι καταμερίσαι εἰς λόχους. δὲ λόχος ἐστὶν ἀριθμὸς ἀνδρῶν εἰς σύμμετρα διαιρῶν τὴν φάλαγγα: σύμμετρα δέ ἐστι τὰ τιθέμενα μέρη, μηδὲν τὴν φάλαγγα πρὸς τὴν μάχην λυμαίνεται: δἰ τὸν ἀριθμὸν τοῦ λόχου οἱ μὲν ὀκτώ, οἱ δὲ [p. 252] δέκα, οἱ δὲ δυοκαίδεκα ἀνδρῶν πεποιήκασιν, ἕτεροι δὲ ἑξκαίδεκα πρὸς τὸ συμμέτρως ἔχειν τὴν φάλαγγα εἴς τε τὸ διπλασιάσαι πρὸς τὰς ῥηθησομένας χρείας ἐπὶ δύο καὶ τριάκοντα ἄνδρας καὶ εἰς τὸ συναιρεῖσθαι εἰς ἥμισυ ἐπ̓ ἄνδρας ὀκτώ: οὐδὲν γὰρ ἔμποδον ἔσται τοῖς ὄπισθεν μαχομένοις ψιλοῖς ἀκοντίζουσιν σφενδονῶσιν καὶ τοξεύουσιν: ὑπερβήσονται γὰρ τὸ τῆς φάλαγγος βάθος. [2] Ἐκαλεῖτο δὲ λόχος πάλαι καὶ στίχος καὶ συνωμοτία καὶ δεκανία, καὶ μὲν ἄριστος καὶ ἡγεμὼν τοῦ στίχου λοχαγός, δὲ ἔσχατος οὐραγός: ὕστερον δὲ μεταταχθεὶς στίχος διαφόρους ἔσχεν τῶν μερῶν ἐπωνυμίας: τό τε γὰρ ἥμισυ ἡμιλόχιον ὠνόμασται καὶ διμοιρία, τὸ μὲν ὡς πρὸς τὸ τῶν δεκαὲξ ἀνδρῶν πλῆθος, τὸ δὲ ὡς πρὸς τὸ τῶν δώδεκα, καὶ ἡγεμὼν ἡμιλοχίτης καὶ διμοιρίτης, καὶ τὸ τέταρτον ἐνωμοτία καὶ ἐνωμοτάρχης ἡγούμενος. [3] δὲ ἡγούμενος ὠνόμασται καὶ πρωτοστάτης, ἐπιστάτης δὲ ἑπόμενος, ὥστε καθ̓ ὅλον τὸν στίχον εἶναι πρῶτον πρωτοστάτην, εἶτα ἐπιστάτην, [p. 254] εἶθ̓ ἑξῆς πρωτοστάτην, εἶτα ἐπιστάτην, καὶ τοῦτο παῤ ἕνα μέχρις οὐραγοῦ, καθ̓ ὑπογέγραπται: πρωτοστάτης λοχαγός παραστάται ἐπιστάτης παραστάται πρωτοστάτης παραστάται ἐπιστάτης παραστάται πρωτοστάτης παραστάται ἐπιστάτης οὐραγός παραστάται Ὅτ̓ ἂν δὲ λόχῳ λόχος παρατεθῇ, [4] ὥστε λοχαγὸν λοχαγῷ καὶ οὐραγὸν οὐραγῷ καὶ τοὺς μεταξὺ τοῖς ὁμοζύγοις παρίστασθαι, συλλοχισμὸς ἔσται τὸ τοιοῦτον, οἱ δὲ ὁμόζυγοι τῶν λόχων πρωτοστάται ἐπιστάται διὰ τὸ παραλλήλους ἵστασθαι παραστάται κεκλήσονται. [5] δὲ ἐκ πάντων συλλοχισμὸς φάλαγξ, ἧς τὸ τῶν λοχαγῶν τάγμα μέτωπον καὶ μῆκος καὶ πρόσωπον καὶ στόμα καὶ παράταξις καὶ πρωτολοχία καλεῖται καὶ πρῶτον ζυγόν: δὲ κατόπιν κείμενος μετὰ τοῦτον στίχος τῶν ἐπιστατῶν κατὰ μῆκος τῆς φάλαγγος δεύτερον ζυγόν, καὶ τούτῳ παράλληλος ὑπ̓ αὐτὸν τρίτον, καὶ τέταρτόν ἐστι τὸ ὑπὸ τοῦτον ζυγὸν καὶ πέμπτον ὡς αὔτως καὶ ἕκτον καὶ ἑξῆς μέχρις οὐραγοῦ: κοινῶς δὲ πᾶν τὸ μετὰ τὸ μέτωπον τῆς φάλαγγος βάθος ἐπονομάζεται καὶ ἀπὸ λοχαγοῦ ἐπ̓ οὐραγὸν στίχος κατὰ βάθος. [p. 256]

[6] Καὶ οἱ μὲν τούτῳ ἐπ̓ εὐθείας κείμενοι στοιχεῖν λέγονται, οἱ δὲ τῷ κατὰ μῆκος στίχῳ ζυγεῖν: διαιρεθείσης δὲ τῆς φάλαγγος δίχα κατὰ τὸ μῆκος τὸ μὲν ἥμισυ κέρας προσαγορεύεται δεξιόν τε καὶ λαιόν, αὕτη δὲ διχοτομία ὀμφαλός τε καὶ ἀραρός. [7] Ὁπόσον δὲ δεῖ τὸ πλῆθος εἶναι τῆς φάλαγγος οὐκ εὔλογον διορίζειν: πρὸς γὰρ ἣν ἕκαστος ἔχει παρασκευὴν τοῦ πλήθους καὶ τὸν ἀριθμὸν διοριστέον, πλὴν ἐπιτήδειον ἑκάστοτε εἶναι δεῖ πρὸς τοὺς μετασχηματισμοὺς τῶν ταγμάτων, λέγω δὲ τὰς συναιρέσεις ἤτ̓ αὐξήσεις: δἰ τοὺς ἀρτιάκις ἀρτίους μᾶλλον ἐκλεκτέον ὡς μέχρι μονάδος διαιρεῖσθαι δυναμένους: καὶ τούς γε πλείονας τῶν τακτικῶν εὑρήσεις πεποιηκότας τὴν φάλαγγα τῶν ὁπλιτῶν μυρίων ἑξακισχιλίων τριακοσίων ὀγδοήκοντα τεσσάρων, ὡς δίχα διαιρουμένην μέχρι μονάδος, ταύτης δὲ ἡμίσειαν τὴν τῶν ψιλῶν. ὑποκείσθω δ̓ οὖν καὶ ἡμῖν τοσούτων ἀνδρῶν εἶναι τὴν φάλαγγα, τὸν δὲ λόχον ἑξκαίδεκα. [p. 258] [8] Ἔσονται δὴ οἱ μὲν δύο λόχοι διλοχία καὶ ἐπ̓ αὐτοῖς ἄρχων διλοχίτης, οἱ δὲ τούτων διπλάσιοι τετραρχία καὶ ἐπ̓ αὐτοῖς τετράρχης, οἱ δὲ ἔτι τούτων διπλάσιοι τάξις καὶ ἡγεμὼν ταξίαρχος μὲν πάλαι, νῦν δὲ καὶ ἑκατοντάρχης, οἱ δὲ τῆς τάξεως διπλάσιοι σύνταγμα καὶ ἐπὶ τούτοις συνταγματάρχης. [9] Τοὺς δὲ ἐκτάκτους τὸ μὲν παλαιὸν τάξις εἶχεν, ὡς καὶ τοὔνομα σημαίνει, δἰ ὅτι τῆς τάξεως ἐξάριθμοι ὑπῆρχον, στρατοκήρυκα, σημειοφόρον, σαλπιγκτήν, ὑπηρέτην, οὐραγόν: τὸν μέν, ὅπως τῇ φωνῇ σημαίνοι τὸ προσταττόμενον, τὸν δὲ σημείῳ, εἰ μὴ φωνῆς κατακούειν ἐνδέχοιτο διὰ θόρυβον, τὸν δὲ τῇ σάλπιγγι, ὁπότε μηδὲ σημεῖον βλέποιεν διὰ κονιορτόν, καὶ τὸν ὑπηρέτην, ὥστε τι παρακομίσαι τῶν εἰς τὴν χρείαν, τόν γε μὴν ἔκτακτον οὐραγὸν πρὸς τὸ ἐπανάγειν τὸν ἀπολειπόμενον ἐν τῇ τάξει. ὀκτὼ γὰρ ἀνδρῶν ὄντος τοῦ λόχου ὀκταλοχία τὸ τετράγωνον ἐποίει σχῆμα, ὅπερ διὰ τὴν πανταχόθεν ἰσότητα μόνον τῶν μερῶν τῆς φάλαγγος ὁμοίως κατακούειν τῶν προσταττομένων δυνάμενον εὐλόγως τάξις ἐπωνόμαστο: [p. 260] διπλασιασθέντος δ̓ ὕστερον τοῦ λόχου συνταξιαρχία τὸ τετράγωνον ἀπετέλεσεν, δἰ εἰς ταύτην μετῆλθον οἱ ἔκτακτοι. [10] Τὸ διπλάσιον δὲ τοῦ συντάγματος πεντακοσιαρχίαν καὶ τὸν ἐπὶ τούτῳ πεντακοσιάρχην ὠνόμασαν, τὸ δὲ τούτου διπλάσιον χιλιαρχίαν καὶ τὸν ἡγεμόνα χιλιάρχην, τὰς δὲ δύο χιλιαρχίας πάλαι μὲν κέρας καὶ τέλος καὶ τελάρχην τὸν ἡγούμενον, ὕστερον δὲ μεραρχίαν καὶ μεράρχην: δἰ καὶ τὸ τούτου διπλάσιον φαλαγγαρχία καὶ νῦν ἔτι καλεῖται, πλὴν καὶ ἀποτομὴ κέρατος, καὶ ἡγεμὼν πάλαι μὲν στρατηγός, νῦν δὲ φαλαγγάρχης: τὸ δὲ τῆς φαλαγγαρχίας ἤτοι ἀποτομῆς διπλοῦν διφαλαγγία καὶ κέρας καὶ ἐπ̓ αὐτῇ κεράρχης, αὐτὸ δὲ τὸ ἐκ τῶν δυεῖν κεράτων φάλαγξ, ἐφ̓ στρατηγός, κέρατα ἔχουσα δύο, φαλαγγαρχίας ἤτοι ἀποτομὰς δ, μεραρχίας η, χιλιαρχίας ις, πεντακοσιαρχίας λβ, συνταξιαρχίας ξδ, ταξιαρχίας ρκη, τετραρχίας σνς, διλοχίας φιβ, λόχους ακδ. [p. 262] β κέρας ξδ συνταξιαρχία δ ἀποτομή ρκη τάξις η μεραρχία σνς τετραχία ις χιλιαρχία φιβ διλοχία λβ πεντακοσιαρχία ακδ λόχος

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: