This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[183]
ὃν οὐ συμπαρασκευάσαι καθ᾽ ὑμῶν αὐτῶν ὀφείλετε, ἀλλὰ κωλῦσαι καθ᾽ ὅσον δυνατὸν καὶ σκοπεῖν ὅπως μὴ γενήσεται, ἐπεὶ ὅτι γ᾽ οὐδ᾽ ἂν ὁντινοῦν καιρὸν παρείη, δεδήλωκεν. Φιλίππου γὰρ εἰς Μαρώνειαν ἐλθόντος ἔπεμψεν πρὸς αὐτὸν Ἀπολλωνίδην, πίστεις δοὺς ἐκείνῳ καὶ Παμμένει: καὶ εἰ μὴ κρατῶν τῆς χώρας Ἀμάδοκος ἀπεῖπε Φιλίππῳ μὴ ἐπιβαίνειν, οὐδὲν ἂν ἦν ἐν μέσῳ πολεμεῖν ἡμᾶς πρὸς Καρδιανοὺς ἤδη καὶ Κερσοβλέπτην. καὶ ὅτι ταῦτ᾽ ἀληθῆ λέγω, λαβὲ τὴν Χάρητος ἐπιστολήν.“Ἐπιστολή”
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.