Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[205]
ἐκεῖνοι Θεμιστοκλέα λαβόντες μεῖζον ἑαυτῶν ἀξιοῦντα φρονεῖν ἐξήλασαν ἐκ τῆς πόλεως καὶ μηδισμὸν κατέγνωσαν: καὶ Κίμωνα, ὅτι τὴν πάτριον μετεκίνησε πολιτείαν ἐφ᾽ ἑαυτοῦ, παρὰ τρεῖς μὲν ἀφεῖσαν ψήφους τὸ μὴ θανάτῳ ζημιῶσαι, πεντήκοντα δὲ τάλαντ᾽ ἐξέπραξαν. καὶ τοῦτον τὸν τρόπον προσεφέροντο τηλικαῦτ᾽ αὐτοὺς ἀγάθ᾽ εἰργασμένοις ἀνθρώποις. δικαίως: οὐ γὰρ αὐτοῖς ἀπεδίδοντο τὴν αὑτῶν ἐλευθερίαν καὶ μεγαλοψυχίαν τῶν ἔργων, ἀλλὰ χρηστοὺς μὲν ὄντας ἐτίμων, ἀδικεῖν δ᾽ ἐπιχειροῦσιν οὐκ ἐπέτρεπον.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.