Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[50]
ὁρᾶτε γὰρ ὡς ἐπὶ πάντων, οὐκ ἐπὶ τῶν φονικῶν μόνον, οὕτω τοῦτ᾽ ἔχει. ‘ἄν τις τύπτῃ τινά’ φησὶν ‘ἄρχων χειρῶν ἀδίκων,’ ὡς, εἴ γ᾽ ἠμύνατο, οὐκ ἀδικεῖ. ‘ἄν τις κακῶς ἀγορεύῃ,’ ‘τὰ ψευδῆ’ προσέθηκεν, ὡς, εἴ γε τἀληθῆ, προσῆκον. ‘ἄν τις ἀποκτείνῃ,’ ‘ἐκ προνοίας,’ ὡς, εἴ γ᾽ ἄκων, οὐ ταὐτόν. ‘ἄν τις καταβλάψῃ τινά,’ ‘ἑκὼν ἀδίκως.’ πανταχοῦ τὴν πρόφασιν βεβαιοῦσαν τὸ πρᾶγμ᾽ εὑρήσομεν. ἀλλ᾽ οὐ σοί, ἀλλ᾽ ἁπλῶς, ‘ἄν τις ἀποκτείνῃ Χαρίδημον, ἀγέσθω,’ κἂν ἄκων, κἂν δικαίως, κἂν ἀμυνόμενος, κἂν ἐφ᾽ οἷς διδόασιν οἱ νόμοι, κἂν ὁπωσοῦν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.