This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[96]
οἷον εἴ τι τῶν ἑαλωκότων ψηφισμάτων παρ᾽ ὑμῖν μὴ ἐγράφη, κύριον ἂν δήπουθεν ἦν: καὶ μὴν παρὰ τοὺς νόμους γ᾽ ἂν εἴρητο. καὶ εἴ τί γε γραφὲν ἢ καθυφέντων τῶν κατηγόρων ἢ μὴ δυνηθέντων μηδὲν διδάξαι ἀπέφυγεν, καὶ τοῦτ᾽ οὐδὲν κωλύει παράνομον εἶναι. οὐκ ἄρ᾽ εὐορκοῦσιν οἱ δικάσαντες αὐτό; ναί. πῶς; ἐγὼ διδάξω. γνώμῃ τῇ δικαιοτάτῃ δικάσειν ὀμωμόκασιν, ἡ δὲ τῆς γνώμης δόξα ἀφ᾽ ὧν ἂν ἀκούσωσι παρίσταται: ὅτε τοίνυν κατὰ ταύτην ἔθεντο τὴν ψῆφον, εὐσεβοῦσιν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.