Hide browse bar
Your current position in the text is marked in blue. Click anywhere in the
line to jump to another position:
Table of Contents:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Δημοσθένης τῇ βουλῇ καὶ τῷ δημῷ χαίρειν.
ἐνόμιζον μὲν ἀφ᾽ ὧν ἐπολιτευόμην,
οὐχ ὅπως μηδὲν ὑμᾶς ἀδικῶν τοιαῦτα πείσεσθαι,
ἀλλὰ καὶ μέτρι᾽ ἐξαμαρτὼν συγγνώμης τεύξεσθαι.
ἐπειδὴ δ᾽ οὕτως γέγονεν,
ἕως μὲν ἑώρων ὑμᾶς,
οὐδεμιᾶς ἀποδείξεως φανερᾶς οὐδ᾽ ἐλέγχου γιγνομένου παρὰ τῆς βουλῆς,
πρὸς τὰ ταύτης ἀπόρρητα καταψηφιζομένους ἁπάντων,
οὐδὲν ἐλαττόνων παραχωρεῖν ὑμᾶς ἡγούμενος ἢ ἐμαυτὸν ἀποστερεῖσθαι,
στέργειν ᾑρούμην:
τὸ γὰρ οἷς ἂν ἡ βουλὴ φήσῃ τοὺς ὀμωμοκότας δικαστὰς προστίθεσθαι μηδεμιᾶς ἀποδείξεως ῥηθείσης,
τῆς πολιτείας παραχωρεῖν ἦν.
[2]
ἐπειδὴ δὲ καλῶς ποιοῦντες ᾔσθησθε τὴν δυναστείαν ἥν τινες τῶν ἐν τῇ βουλῇ κατεσκευάζονθ᾽ ἑαυτοῖς,
καὶ πρὸς τὰς ἀποδείξεις τοὺς ἀγῶνας κρίνετε,
τὰ δ᾽ ἀπόρρητα <
τὰ>
τούτων ἐπιτιμήσεως ἄξι᾽ ηὑρήκατε,
οἶμαι δεῖν,
ἐὰν καὶ ὑμῖν βουλομένοις ᾖ,
τῆς ὁμοίας τυχεῖν σωτηρίας τοῖς τῶν ὁμοίων αἰτιῶν τετυχηκόσιν,
καὶ μὴ μόνος δι᾽ αἰτίαν ψευδῆ τῆς πατρίδος καὶ τῶν ὄντων καὶ τῆς τῶν οἰκειοτάτων συνηθείας ἀποστερηθῆναι.