previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[9] πάντα τοίνυν τὰ προειρημέν᾽ ἐλάττω νομίζω τῆς συνεχοῦς καὶ καθ᾽ ἡμέραν πολιτείας, ἐν παρεῖχον ἐμαυτὸν ἐγὼ πολιτευόμενον, οὐδεμιᾶς ὀργῆς οὐδὲ δυσμενείας οὐδ᾽ ἀδίκου πλεονεξίας οὔτε κοινῆς οὔτ᾽ ἰδίας προϊστάμενος, οὐδὲ συκοφαντήσας οὐδένα πώποτ᾽ οὔτε πολίτην οὔτε ξένον, οὐδὲ καθ᾽ ὑμῶν ἰδίᾳ δεινὸς ὤν, ἀλλ᾽ ὑπὲρ ὑμῶν, εἴ τι δεήσειεν, ἐξεταζόμενος δημοσίᾳ. [10] εἰδεῖεν δ᾽ ἂν οἱ πρεσβύτεροι, καὶ λέγειν τοῖς νεωτέροις ἐστὲ δίκαιοι τὴν πρὸς Πύθωνα τὸν Βυζάντιον ἐκκλησίαν, ὅτε τοὺς ἀπὸ τῶν Ἑλλήνων ἦλθε πρέσβεις ἔχων ὡς ἀδικοῦσαν δείξων τὴν πόλιν, ἀπῆλθε δὲ τἀναντία τούτων παθών, μόνου τῶν τότε ῥητόρων ἐξετάσαντος ἐμοῦ τὰ ὑπὲρ ὑμῶν δίκαια. καὶ ἐῶ πρεσβείας ὅσας ὑπὲρ ὑμῶν ἐπρέσβευσα, ἐν αἷς οὐδὲν ἠλαττώθητε πώποτ᾽ οὐδὲ καθ᾽ ἕν. [11] ἐπολιτευόμην γάρ, ἄνδρες Ἀθηναῖοι, οὐχ ὅπως ἀλλήλων ὑμεῖς περιγενήσεσθε σκοπῶν, οὐδ᾽ ἐφ᾽ ἑαυτὴν ἀκονῶν τὴν πόλιν, ἀλλ᾽ ἀφ᾽ ὧν δόξαν καὶ μεγαλοψυχίαν ὑμῖν ὑπάρξειν ἐνόμιζον. ἐφ᾽ οἷς ἅπασι μέν, μάλιστα δὲ τοῖς νέοις, ἄγασθαι προσήκει, καὶ σκοπεῖν μὴ μόνον τὸν διακονήσοντα πρὸς χάριν πάντ᾽ ἐν τῇ πολιτείᾳτούτου μὲν γὰρ οὐδέποτ᾽ ἔστ᾽ ἀπορῆσαι), ἀλλὰ καὶ τὸν ἐπ᾽ εὐνοίᾳ περὶ ὧν ἂν ἀγνοῆτ᾽ ἐπιτιμήσοντα.

load focus English (Norman W. DeWitt, Norman J. DeWitt)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: