previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[11]

θαυμάζω δ᾽ εἰ μηδεὶς ὑμῶν ἐννοεῖ, ὅτι τῶν αἰσχρῶν ἐστιν τὸν δῆμον τὸν Ἀθηναίων, συνέσει καὶ παιδείᾳ πάντων προέχειν δοκοῦντα, ὃς καὶ τοῖς ἀτυχήσασιν ἀεὶ κοινὴν ἔχει καταφυγήν, ἀγνωμονέστερον φαίνεσθαι Φιλίππου, ὃς ἀνουθέτητος ὢν εἰκότως, [12] τραφείς γ᾽ ἐν ἐξουσίᾳ, ὅμως ᾤετο δεῖν, ἡνίκ᾽ ηὐτύχησεν μάλιστα, τότ᾽ ἀνθρωπινώτατα πράττων φαίνεσθαι, καὶ τοὺς παραταξαμένους, πρὸς οὓς περὶ τῶν ὅλων διεκινδύνευσεν, οὐκ ἐτόλμησεν δῆσαι τὸ τίνων καὶ τίνες εἰσὶν ἐξετάσας: οὐ γὰρ ὡς ἔοικεν ὁμοίως τῶν παρ᾽ ὑμῖν ῥητόρων ἐνίοις οὔτε δίκαι᾽ ἂν εἶναι πρὸς ἅπαντας ταὔτ᾽ οὔτε κάλ᾽ ἡγεῖτο, ἀλλὰ τὴν τῆς ἀξίας προσθήκην συλλογιζόμενος τὰ τοιαῦτ᾽ ἐπέκρινεν. [13] ὑμεῖς δέ, ὄντες Ἀθηναῖοι καὶ ἐν παρρησίᾳ ζῶντες καὶ τοὺς ἀναισθήτους ἀνεκτοὺς ποιεῖν δοκεῖ δύνασθαι, πρῶτον μέν, πάντων ἀγνωμονέστατόν ἐστιν, ὑπὲρ ὧν τὸν πατέρ᾽ αἰτιῶνταί τινες, τοὺς υἱεῖς δεδέκατε, εἶτα τὸ ταῦτα ποιεῖν ἴσον εἶναί φατε, ὥσπερ ὑπὲρ σταθμῶν μέτρων τὸ ἴσον σκοπούμενοι, ἀλλ᾽ οὐχ ὑπὲρ ἀνδρῶν προαιρέσεως καὶ πολιτείας βουλευόμενοι, [14] ἐν οἷς ἐξεταζομένοις εἰ μὲν χρηστὰ καὶ δημοτικὰ καὶ ἐπ᾽ εὐνοίᾳ τὰ Λυκούργῳ πεπραγμένα φαίνεται, μηδενὸς κακοῦ ἀλλὰ καὶ πάντων τῶν ἀγαθῶν τοὺς παῖδας αὐτοῦ δίκαιόν ἐστιν τυγχάνειν παρ᾽ ὑμῶν: εἰ δὲ τἀναντία τούτων, ἐκεῖνον, ὅτ᾽ ἔζη, ἔδει δίκην διδόναι, τούτους δὲ μηδ᾽ οὕτως, ἐφ᾽ οἷς ἐκείνῳ τις ἐγκαλεῖ, τυγχάνειν ὀργῆς: πᾶσι γὰρ πάντων τῶν ἁμαρτημάτων ὅρος ἐστὶ τελευτή. [15] ἐπεὶ εἴ γ᾽ οὕτως ἕξετε, ὥσθ᾽ οἱ μὲν ἀχθεσθέντες τι τοῖς ὑπὲρ τοῦ δήμου πολιτευομένοις μηδὲ πρὸς τελευτήσαντας διαλλαγήσονται, ἀλλὰ καὶ τοῖς παισὶ τὴν ἔχθραν διαφυλάξουσιν, δὲ δῆμος, συναγωνίζεται τῶν δημοτικῶν ἕκαστος, μέχρι τοῦ παρόντι χρῆσθαι μνημονεύσει τὰς χάριτας, μετὰ ταῦτα δὲ μηδὲν φροντιεῖ, οὐδὲν ἀθλιώτερον ἔσται τοῦ τὴν ὑπὲρ τοῦ δήμου τάξιν αἱρεῖσθαι.

load focus English (Norman W. DeWitt, Norman J. DeWitt)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: