This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[29]
καὶ μὴν οὐδὲ τὸν Πυθέαν παραλείψω τὸν μέχρι τῆς παρόδου δημοτικόν, μετὰ ταῦτα δ᾽ ἕτοιμον εἰς τὰ καθ᾽ ὑμῶν πάντα. τίς γὰρ οὐκ οἶδεν τοῦτον, ὅτε μὲν τὴν ὑπὲρ ὑμῶν τάξιν ἔχων εἰς τὸ πολιτεύεσθαι παρῄει, ὡς δοῦλον ἐλαυνόμενον καὶ γραφὴν ξενίας φεύγοντα καὶ μικροῦ πραθένθ᾽ ὑπὸ τούτων οἷς νῦν ὑπηρετῶν τοὺς κατ᾽ ἐμοῦ λόγους ἔγραφεν,
[30]
ἐπειδὴ δ᾽ ἃ κατηγόρει τότε τῶν ἄλλων, νῦν αὐτὸς πράττει, εὐποροῦντα μὲν οὕτως ὥστε δύ᾽ ἔχειν ἑταίρας, αἳ μέχρι φθόης καλῶς ποιοῦσαι προπεπόμφασιν αὐτόν, πέντε τάλαντα δ᾽ ὀφλόντα ῥᾷον ἐκτεῖσαι ἢ πέντε δραχμὰς ἂν ἔδειξε πρότερον, πρὸς δὲ τούτοις παρ᾽ ὑμῶν, τοῦ δήμου, οὐ μόνον τῆς πολιτείας μετειληφότα, ὃ κοινὸν ὄνειδός ἐστιν ἅπασιν, ἀλλὰ καὶ θύονθ᾽ ὑπὲρ ὑμῶν τὰς πατρίους θυσίας ἐν Δελφοῖς;