previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[39] βουλομένου δέ μου ἐν μὲν ὑμετέρας χάριτος καὶ μεγαλοψυχίας τάξει τὴν οἴκαδέ μοι ἄφιξιν γενέσθαι, ἐμαυτῷ δὲ λύσιν τῆς γεγονυίας οὐ δικαίως βλασφημίας πορίσασθαι, καὶ μόνον αἰτοῦντος ἄδειαν ὅσονπερ χρόνον τὴν ἔκτεισιν δεδώκατε, ταῦτα μὲν οὐ συγχωρεῖτε, ἐρωτᾶτε δέ, ὡς ἀπαγγέλλεται πρὸς ἐμέ, "τίς οὖν αὐτὸν κωλύει παρεῖναι καὶ ταῦτα πράττειν;" [40] τὸ ἐπίστασθαι αἰσχύνεσθαι, ἄνδρες Ἀθηναῖοι, καὶ τὸ ἀναξίως τῶν ὑπὲρ ὑμῶν πεπολιτευμένων πράττειν, καὶ τὸ τὰ ὄντ᾽ ἀπολωλεκέναι διὰ τούτους <οἷς>, ἵνα μὴ διπλᾶ καταθῶνται οὐκ ἠδύνανθ᾽ ἁπλᾶ, ἐπείσθην ὑπογράψασθαι <πρὸς> τὴν ἀρχὴν τὰς καταβολάς: παρ᾽ ὧν μετὰ μὲν τῆς ὑμετέρας εὐνοίας ἀφικόμενος μέρος, εἰ καὶ μὴ πάντα, ἴσως ἂν κομισαίμην, ὥστε μηδὲν ἀσχημονεῖν τὸ λοιπὸν τοῦ βίου, ἂν δ᾽ ὡς οἱ ταῦτα λέγοντες ἀξιοῦσί μ᾽ ἔλθω, ἅμ᾽ ἀδοξίᾳ καὶ ἀπορίᾳ καὶ φόβῳ συνέξομαι.

load focus English (Norman W. DeWitt, Norman J. DeWitt)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: