previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[23]

θαυμάζω τοίνυν καὶ τοῦτ᾽ εἴ τις ὑμῶν ἀγνοεῖ, ὡς οὐδὲ τοῦτο συμφέρει τῇ πολιτείᾳ φανερὸν γιγνόμενον, ὅτι τοῖς μὲν ἄλλην τινὰ κτησαμένοις φιλίαν καὶ κατορθοῦσιν ἐν πᾶσιν πλεονεκτεῖν ὑπάρχει, κἂν ἀτυχήσωσίν τι, ῥᾳδίους εἶναι τὰς λύσεις, τοῖς δ᾽ εἰς τὸν δῆμον ἀναρτήσασιν ἑαυτοὺς οὐ μόνον κατὰ τἄλλ᾽ ἔλαττον ἔχειν ὑπάρξει, ἀλλὰ καὶ τὰς συμφορὰς βεβαίους τούτοις μόνοις τῶν ἄλλων μένειν. ἀλλὰ μὴν ὅτι τοῦθ᾽ οὕτως γίγνεται ῥᾴδιον δεῖξαι. [24] τίς γὰρ οὐκ οἶδεν ὑμῶν Λάχητι τῷ Μελανώπου ἁλῶναι μὲν ὁμοίως ἐν δικαστηρίῳ συμβὰν ὡς καὶ νῦν τοῖς Λυκούργου παισίν, ἀφεθῆναι δὲ πᾶν τὸ ὄφλημ᾽ ἐπιστείλαντος Ἀλεξάνδρου; καὶ πάλιν Μνησιβούλῳ τῷ Ἀχαρνεῖ ἁλῶναι μὲν ὁμοίως καταγνόντος αὐτοῦ τοῦ δικαστηρίου ὥσπερ καὶ τῶν Λυκούργου παίδων, ἀφεῖσθαι δὲ καλῶς ποιοῦντι; [25] ἄξιος γὰρ ἁνήρ. καὶ οὐδεὶς ἐπὶ τούτοις τοὺς νόμους ἔφη καταλύεσθαι τῶν νῦν βοώντων. εἰκότως: οὐδὲ γὰρ κατελύοντο, εἴπερ ἅπαντες οἱ νόμοι τῶν δικαίων εἵνεκα καὶ σωτηρίας τῶν χρηστῶν ἀνθρώπων τίθενται, καὶ μήτ᾽ ἀϊδίους τοῖς ἀτυχήσασι καθιστάναι τὰς συμφορὰς συμφέρει, μήτ᾽ ἀχαρίστους ὄντας φαίνεσθαι. [26] ἀλλὰ μὴν εἴ γε ταῦθ᾽ οὕτως, ὥσπερ ἂν φήσαιμεν, ἔχειν συμφέρει, οὐ μόνον τοὺς νόμους οὐ κατελύετε, ἡνίκ᾽ ἐκείνους ἀφίετε, ἀλλὰ καὶ τοὺς λογισμοὺς ἐσῴζετε τῶν τοὺς νόμους θεμένων ἀνθρώπων, Λάχητα μὲν πρὸς χάριν δεηθέντος Ἀλεξάνδρου ἀφέντες, Μνησίβουλον δὲ τῇ τοῦ βίου σωφροσύνῃ σῴσαντες.

load focus English (Norman W. DeWitt, Norman J. DeWitt)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: