This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἀλλ᾽ οὐ προύλεγον, οὐ προεσήμαινον οἱ θεοὶ φυλάξασθαι, μόνον γε οὐκ ἀνθρώπων φωνὰς προσκτησάμενοι; οὐδεμίαν τοι πώποτε ἔγωγε μᾶλλον πόλιν ἑώρακα ὑπὸ μὲν τῶν θεῶν σῳζομένην, ὑπὸ δὲ τῶν ῥητόρων ἐνίων ἀπολλυμένην. οὐχ ἱκανὸν ἦν τὸ τοῖς μυστηρίοις φανὲν σημεῖον,1 ἡ τῶν μυστῶν τελευτή; οὐ περὶ τούτων Ἀμεινιάδης μὲν προύλεγεν εὐλαβεῖσθαι καὶ πέμπειν εἰς Δελφοὺς ἐπερησομένους τὸν θεὸν ὅ τι χρὴ πράττειν, Δημοσθένης δὲ ἀντέλεγε, φιλιππίζειν τὴν Πυθίαν φάσκων, ἀπαίδευτος ὢν καὶ ἀπολαύων καὶ ἐμπιμπλάμενος τῆς δεδομένης ὑφ᾽ ὑμῶν αὐτῷ ἐξουσίας;
1 σημεῖον Baiter: σημεῖον φυλάξασθαι MSS.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.