Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἔστι δὲ ὑπόλοιπόν μοι μέρος τῆς κατηγορίας ἐφ᾽ ᾧ μάλιστα σπουδάζω: τοῦτο δέ ἐστιν ἡ πρόφασις δι᾽ ἣν αὐτὸν ἀξιοῖ στεφανοῦσθαι. λέγει γὰρ οὕτως ἐν τῷ ψηφίσματι: ‘καὶ τὸν κήρυκα ἀναγορεύειν ἐν τῷ θεάτρῳ πρὸς τοὺς Ἕλληνας, ὅτι στεφανοῖ αὐτὸν ὁ δῆμος ὁ Ἀθηναίων1 ἀρετῆς ἕνεκα καὶ ἀνδραγαθίας,’ καὶ τὸ μέγιστον: ‘ὅτι διατελεῖ καὶ λέγων καὶ πράττων τὰ ἄριστα τῷ δήμῳ.’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.