Click on a word to bring up parses, dictionary entries, and frequency statistics
δεύτερον δ᾽ ὑμῖν διεξῆλθον τοὺς περὶ τῶν κηρυγμάτων νόμους, ἐν οἷς διαρρήδην ἀπείρηται τὸν ὑπὸ τοῦ δήμου στεφανούμενον μὴ κηρύττεσθαι ἔξω τῆς ἐκκλησίας: ὁ δὲ ῥήτωρ ὁ φεύγων τὴν γραφὴν οὐ τοὺς νόμους μόνον παραβέβηκεν, ἀλλὰ καὶ τὸν καιρὸν τῆς ἀναρρήσεως καὶ τὸν τόπον, κελεύων οὐκ ἐν τῇ ἐκκλησίᾳ, ἀλλ᾽ ἐν τῷ θεάτρῳ τὴν ἀνάρρησιν γίγνεσθαι, οὐδ᾽ ἐκκλησιαζόντων Ἀθηναίων, ἀλλὰ μελλόντων τραγῳδῶν εἰσιέναι. ταῦτα δ᾽ εἰπὼν μικρὰ μὲν περὶ τῶν ἰδίων εἶπον, τὰ δὲ πλεῖστα περὶ τῶν δημοσίων ἀδικημάτων.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.