Click on a word to bring up parses, dictionary entries, and frequency statistics
μετὰ ταῦτα, ὦ ἄνδρες Ἀθηναῖοι, ἧκον οἱ φιλίππου πρέσβεις: οἱ δὲ ὑμέτεροι1 ἀπεδήμουν, παρακαλοῦντες τοὺς Ἕλληνας ἐπὶ Φίλιππον. ἐνταῦθ᾽ ἕτερον νικᾷ ψήφισμα Δημοσθένης, ἐν ᾧ γράφει μὴ μόνον ὑπὲρ εἰρήνης, ἀλλὰ καὶ περὶ συμμαχίας βουλεύσασθαι, μὴ περιμείναντας τοὺς πρέσβεις τοὺς ὑμετέρους, ἀλλ᾽ εὐθὺς μετὰ τὰ Διονύσια τὰ ἐν ἄστει, τῇ ὀγδόῃ καὶ ἐνάτῃ ἐπὶ δέκα. ὅτι δ᾽ ἀληθῆ λέγω, τῶν ψηφισμάτων ἀκούσατε.“Ψηφίσματα”
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.