Click on a word to bring up parses, dictionary entries, and frequency statistics
τῇ δὲ ἐπιούσῃ ἡμέρᾳ Κόττυφος ὁ τὰς γνώμας ἐπιψηφίξων ἐκκλησίαν ἐποίει τῶν Ἀμφικτυόνων: ἐκκλησίαν γὰρ ὀνομάζουσιν, ὅταν τις μὴ μόνον τοὺς πυλαγόρους καὶ τοὺς ἱερομνήμονας συγκαλέσῃ, ἀλλὰ καὶ τοὺς θύοντας καὶ τοὺς χρωμένους τῷ θεῷ. ἐνταῦθ᾽ ἤδη πολλαὶ μὲν τῶν Ἀμφισσέων ἐγίγνοντο κατηγορίαι, πολὺς δ᾽ ἔπαινος ἦν κατὰ τῆς ἡμετέρας πόλεως: τέλος δὲ παντὸς τοῦ λόγου ψηφίξονται ἥκειν τοὺς ἱερομνήμονας πρὸ τῆς ἐπιούσης πυλαίας ἐν ῥητῷ χρόνῳ εἰς Πύλας, ἔχοντας δόγμα καθ᾽ ὅ τι δίκας δώσουσιν οἱ Ἀμφισσεῖς ὑπὲρ ὧν εἰς τὸν θεὸν καὶ τὴν γῆν τὴν ἱερὰν καὶ τοὺς Ἁμφικτύονας ἐξήμαρτον. ὅτι δὲ ἀληθῆ λέγω, ἀναγνώσεται τὸ ψήφισμα ὑμῖν ὁ γραμματεύς.“Ψήφισμα”
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.