Click on a word to bring up parses, dictionary entries, and frequency statistics
οὕτω δὴ καὶ τὸν Δημοσθένην ἀξιώσατε ἀπολογεῖσθαι, πρὸς τὸν τῶν ὑπευθύνων νόμον πρῶτον, τὸν περὶ τῶν κηρυγμάτων δεύτερον, τρίτον δὲ τὸ μέγιστον,1 ὡς οὐδὲ ἀνάξιός ἐστι τῆς δωρεᾶς. ἐὰν δ᾽ ὑμῶν δέηται συγχωρῆσαι αὑτῷ περὶ τῆς τάξεως τοῦ λόγου, κατεπαγγελλόμενος ὡς ἐπὶ τῇ τελευτῇ τῆς ἀπολογίας λύσει τὸ παράνομον, μὴ συγχωρεῖτε, μηδ᾽ ἀγνοεῖθ᾽ ὅτι πάλαισμα τοῦτ᾽ ἔστι δικαστηρίου: οὐ γὰρ εἰσαῦθίς ποτε βούλοιτ᾽ ἂν πρὸς τὸ παράνομον ἀπολογεῖσθαι, ἀλλ᾽ οὐδὲν ἔχων δίκαιον εἰπεῖν, ἑτέρων παρεμβολῇ πραγμάτων εἰς λήθην ὑμᾶς βούλεται τῆς κατηγορίας ἐμβαλεῖν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.