This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
τρίτον σώφρονα καὶ μέτριον χρὴ πεφυκέναι αὐτὸν πρὸς τὴν καθ᾽ ἡμέραν δίαιταν, ὅπως μὴ διὰ τὴν ἀσέλγειαν τῆς δαπάνης δωροδοκῇ κατὰ τοῦ δήμου. τέταρτον εὐγνώμονα καὶ δυνατὸν εἰπεῖν: καλὸν γὰρ τὴν μὲν διάνοιαν προαιρεῖσθαι τὰ βέλτιστα, τὴν δὲ παιδείαν τὴν τοῦ ῥήτορος καὶ τὸν λόγον πείθειν τοὺς ἀκούοντας: εἰ δὲ μή, τήν γ᾽ εὐγνωμοσύνην ἀεὶ προτακτέον τοῦ λόγου. πέμπτον ἀνδρεῖον εἶναι τὴν ψυχήν, ἵνα μὴ παρὰ τὰ δεινὰ καὶ τοὺς κινδύνους ἐγκαταλίπῃ τὸν δῆμον. τὸν δ᾽ ὀλιγαρχικὸν πάντα δεῖ τἀναντία τούτων ἔχειν: τί γὰρ δεῖ πάλιν διεξιέναι; σκέψασθε δή, τί τούτων ὑπάρχει Δημοσθένει: ὁ δὲ λογισμὸς ἔστω ἐπὶ πᾶσι δικαίοις.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.