previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


φέρε δὴ καὶ τὸ γένος ὅθεν ἦν τὸ τῶν Οἰνώτρων ἀποδείξωμεν, ἕτερον ἄνδρα τῶν ἀρχαίων συγγραφέων παρασχόμενοι μάρτυρα, Φερεκύδην τὸν Ἀθηναῖον, γενεαλόγων οὐδενὸς δεύτερον. πεποίηται γὰρ αὐτῷ περὶ τῶν ἐν Ἀρκαδίᾳ βασιλευσάντων ὅδε λόγος: Π̔ελασγοῦ καὶ Δηιανείρης γίνεται Λυκάων: οὗτος γαμεῖ Κυλλήνην, Νηίδα νύμφην, ἀφ᾽ ἧς τὸ ὄρος Κυλλήνη καλεῖταἰ. ἔπειτα τοὺς ἐκ τούτων γεννηθέντας διεξιὼν καὶ τίνας ἕκαστοι τόπους ᾤκησαν, Οἰνώτρου καὶ Πευκετίου μιμνήσκεται λέγων ὧδε: (καὶ Οἴνωτρος, ἀφ᾽ οὗ Οἴνωτροι καλέονται οἱ ἐν Ἰταλίῃ οἰκέοντες, καὶ Πευκέτιος, ἀφ᾽ οὗ Πευκέτιοι καλέονται οἱ ἐν τῷ Ἰονίῳ κόλπᾠ. τὰ [2] μὲν οὖν ὑπὸ τῶν παλαιῶν εἰρημένα ποιητῶν τε καὶ [p. 21] μυθογράφων περί τε οἰκήσεως καὶ γένους τῶν Οἰνώτρων τοιαῦτά ἐστιν: οἷς ἐγὼ πειθόμενος, εἰ τῷ ὄντι Ἑλληνικὸν φῦλον ἦν τὸ τῶν Ἀβοριγίνων, ὡς Κάτωνι καὶ Σεμπρωνίῳ καὶ πολλοῖς ἄλλοις εἴρηται, τούτων ἔγγονον αὐτῶν τῶν Οἰνώτρων ὑποτίθεμαι. τὸ γὰρ δὴ Πελασγικὸν καὶ τὸ Κρητικὸν καὶ ὅσα ἄλλα ἐν Ἰταλίᾳ ᾤκησεν, ὑστέροις εὑρίσκω χρόνοις ἀφικόμενα. παλαιότερον δὲ τούτου στόλον ἀπαναστάντα τῆς Ἑλλάδος εἰς τὰ προσεσπέρια τῆς Εὐρώπης οὐδένα δύναμαι καταμαθεῖν. [3] τοὺς δὲ Οἰνώτρους τῆς τ᾽ ἄλλης Ἰταλίας πολλὰ χωρία οἴομαι κατασχεῖν, τὰ μὲν ἔρημα, τὰ δὲ φαύλως οἰκούμενα καταλαβόντας, καὶ δὴ καὶ τῆς Ὀμβρικῶν γῆς ἐστιν ἣν ἀποτεμέσθαι, κληθῆναι δὲ Ἀβοριγῖνας ἐπὶ τῆς ἐν τοῖς ὄρεσιν οἰκήσεωςἈρκαδικὸν γὰρ τὸ φιλοχωρεῖν ἐν ὄρεσιν᾽, ὡς ὑπερακρίους τινὰς καὶ παραλίους Ἀθήνησιν. [4] εἰ δέ τινες πεφύκασι μὴ ταχεῖς εἶναι περὶ πραγμάτων παλαιῶν ἀβασανίστως τὰ λεγόμενα δέχεσθαι, μὴ ταχεῖς ἔστωσαν μηδὲ Λίγυας Ὀμβρικοὺς ἄλλους τινὰς βαρβάρους αὐτοὺς νομίσαι, περιμείναντες δὲ καὶ τὰ λοιπὰ μαθεῖν κρινέτωσαν ἐξ ἁπάντων τὸ πιθανώτατον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (7 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: