previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ταῦτ᾽ εἰπόντος αὐτοῦ πᾶς δῆμος ἄσμενος ἀκούσας ὡς οὐδὲν ἔτι φενακισθησόμενος ὑπέσχετο συνάρασθαι τοῦ πολέμου, καὶ γίνεται δέκα στρατιωτικὰ τάγματα, ἐξ ἀνδρῶν τετρακισχιλίων ἕκαστον. τούτων τρία μὲν ἑκάτερος τῶν ὑπάτων ἔλαβε καὶ τῶν ἱππέων ὅσον ἑκάστῳ προσεμερίσθη: τὰ δὲ τέτταρα καὶ τοὺς λοιποὺς ἱππεῖς δικτάτωρ. καὶ αὐτίκα παρασκευασάμενοι ᾤχοντο διὰ τάχους ἐπὶ μὲν Αἰκανοὺς Τῖτος Οὐετούριος, ἐπὶ δ᾽ Οὐολούσκους Αὖλος Οὐεργίνιος, [p. 324] αὐτὸς δ᾽ δικτάτωρ Οὐαλέριος ἐπὶ Σαβίνους, τὴν δὲ πόλιν ἅμα τοῖς γεραιτέροις καὶ ὀλίγῳ τινὶ στρατεύματι ἀκμαίῳ Τῖτος Λάρκιος ἐφύλαττεν. [2] μὲν οὖν Οὐολούσκων πόλεμος ταχεῖαν τὴν κρίσιν ἔλαβε: πλήθει γὰρ ὑπεραίρειν πολὺ νομίσαντες τῶν προτέρων κακῶν ἀναμνησθέντες, ἀγωνισταὶ ταχίους φρονιμώτεροι ἀναγκασθέντες γενέσθαι θᾶττον πρῶτοι ὥρμησαν ἐπὶ τοὺς Ῥωμαίους, ἡνίκα ὤφθησαν ἐν συνόψει στρατοπεδεύσαντες. γενομένης δὲ μάχης καρτερᾶς πολλὰ μὲν δράσαντες γενναῖα, πλείω δὲ τὰ δεινὰ ὑπομείναντες εἰς φυγὴν τρέπονται, καὶ τε χάραξ αὐτῶν ἑάλω καὶ πόλις ἐπιφανὴς ἐκ πολιορκίας παρέστη: Οὐέλιτραι δ᾽ [3] ὄνομα αὐτῇ. ὁμοίως δὲ καὶ τὸ Σαβίνων φρόνημα ἐν ὀλίγῳ πάνυ ἐταπεινώθη χρόνῳ μιᾷ παρατάξει ἐξ ἀμφοτέρων βουληθέντων ἐπικρατεῖν. ἔπειτα τε χώρα προὐνομεύθη, καὶ πολίχναι τινὲς ἑάλωσαν, ἐξ ὧν πολλὰ καὶ σώματα καὶ χρήματα οἱ στρατιῶται ἔλαβον. Αἰκανοὶ δὲ τὰ τῆς ἀσθενείας ἑαυτῶν ὑφορῶντες ἐπεὶ τὰ τῶν συμμάχων τέλος ἔχοντα ἐπύθοντο, χωρίοις τ᾽ ἐχυροῖς ἐπεκάθηντο καὶ εἰς μάχας οὐ προῄεσαν, τάς τ᾽ ἀποχωρήσεις, ὅπῃ ἐδύναντο, δι᾽ ὀρῶν δρυμῶν κρυφαίας [p. 325] ἐποιοῦντο, καὶ διέτριψαν μὲν ἄχρι τινὸς διαφέροντες τὸν πόλεμον: οὐ μέντοιγε διασώσασθαι ἀθῶον τὴν στρατιὰν ἐδυνήθησαν ἐπιθεμένων αὐτοῖς τῶν Ῥωμαίων ἐν χωρίοις κρημνώδεσι τολμηρῶς καὶ λαβόντων τὸ στρατόπεδον κατὰ κράτος. ἔπειτα φυγή τ᾽ αὐτῶν ἐκ τῆς Λατίνων γῆς ἐγένετο καὶ παραδόσεις τῶν πόλεων, ἃς ἔτυχον αὑτῶν τῇ πρώτῃ ἐφόδῳ καταλαβόμενοι, εἰσὶ δ᾽ ὧν καὶ ἐκ φιλονεικίας οὐκ ἐκλιπόντων τὰς ἄκρας ἁλώσεις.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: