previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ὧν ἑκάτερον ὅσης ἐστὶ μεστὸν εὐηθείας, ἐξ αὐτῶν ὑμᾶς ἀξιώσαιμ᾽ ἂν ἔγωγε τῶν ἔργων σκοπεῖν ἐνθυμηθέντας, ὅτι διαστασιασάντων πρὸς ὑμᾶς τῶν ταπεινοτέρων διὰ τοὺς οὔτε πολιτικῶς οὔτε μετρίως ταῖς ἀτυχίαις χρησαμένους, καὶ ὑπαναχωρησάντων μὲν ἐκ τῆς πόλεως, ἄλλο δὲ μηδὲν ὑμᾶς δεινὸν μήτε ἐργαζομένων μήτε διανοουμένων, ἀλλ᾽ ὡς διαλλαγήσονται χωρὶς αἰσχύνης σκοπούντων, ἀγαπητῶς δεξάμενοι τὸ συμβὰν ἀπὸ τῆς τύχης πολλοὶ τῶν οὐκ εὖ διανοουμένων πρὸς ὑμᾶς, ἀνεπτέρωνται ταῖς γνώμαις, καὶ τοῦτον οἴονται σφίσι παρεῖναι τὸν εὐκταῖον καιρόν, ἐν [2] καταλύσουσιν ὑμῶν τὴν ἀρχήν. Αἰκανοὶ μέν γε καὶ Οὐολοῦσκοι, Σαβῖνοί τε καὶ τὸ Ἑρνίκων ἔθνος, πρὸς τῷ μηδένα χρόνον ἐξαίρετον πεποιῆσθαι τοῦ πρὸς ἡμᾶς πολέμου, καὶ τοῖς ἔναγχος κακοῖς δυσανασχετοῦντες λῃστεύουσιν ἡμῶν τοὺς ἀγρούς. Καμπανίας δὲ καὶ Τυρρηνίας ὅσα ἐνδοιαστῶς ἡμῶν ἀφείμενα διατελεῖ, τὰ μὲν ἐκ τοῦ φανεροῦ ἀφίσταται, τὰ δ᾽ ἀφανῶς παρασκευάζεται. δοκεῖ τ᾽ οὐδὲ τὸ Λατίνων συγγενὲς ἔτι βέβαιον ἡμῖν διαμένειν φίλιον εἰς πύστιν ἐλθόν, ἀλλὰ καὶ τούτου πολὺ μέρος διαγγέλλεται νοσεῖν ἔρωτι κρατούμενον, ἧς ἅπαντες γλίχονται, μεταβολῆς: [3] οἱ δὲ τέως ἐπιστρατοπεδεύοντες ἑτέροις, νῦν αὐτοὶ τειχήρεις [p. 338] μένοντες καθήμεθα, γῆν τ᾽ ἄσπορον ἀφεικότες καὶ αὐλὰς διαρπαζομένας ὁρῶντες λείαν τ᾽ ἀπελαυνομένην καὶ θεράποντας αὐτομολοῦντας καὶ οὐκ ἔχοντες, τι χρησόμεθα τοῖς κακοῖς. καὶ ταῦτα πάσχοντες ἔτι διαλλαγήσεσθαι πρὸς ἡμᾶς ἐλπίζομεν τὸ δημοτικόν, καὶ ἐφ᾽ ἡμῖν ὑπάρχον εἰδότες ἑνὶ καταλύσασθαι ψηφίσματι τὴν στάσιν;

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: