previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


παυσαμένου δὲ τοῦ Οὐαλερίου παρελθὼν Σικίννιος οὐκ ἐξ ἑνὸς ἔφη δεῖν λόγου τὸ συμφέρον ἐξετάζειν τοὺς εὖ βουλευομένους, ἀλλ᾽ ὑποτίθεσθαι τὸν ἐναντίον αὑτοῖς λόγον, ἄλλως τε καὶ περὶ τηλικούτων πραγμάτων σκοποῦντας: ἠξίου τε λέγειν πρὸς ταῦτα τοὺς βουλομένους ἅπασαν αἰδῶ καὶ εὐλάβειαν ἀποθεμένους: οὐ γὰρ ἐπιτρέπειν τὰ πράγματα σφίσιν εἰς τὰς τοιαύτας ἀνάγκας κατακεκλεισμένοις οὔτ᾽ ὄκνῳ οὔτ᾽ [2] αἰσχύνῃ εἴκειν. σιωπῆς δὲ γενομένης ἐπειδὴ πάντες εἰς ἀλλήλους ἀπέβλεπον ἐπιζητοῦντες τὸν ὑπὲρ τοῦ κοινοῦ [p. 369] λέξοντα, ἐφαίνετο δ᾽ οὐδείς: γὰρ Σικίννιος τοῖς αὐτοῖς πολλάκις ἐχρῆτο λόγοις: παρέρχεται κατὰ τὰς ὑποσχέσεις Λεύκιος Ἰούνιος ἐκεῖνος βουλόμενος ἐπικαλεῖσθαι Βροῦτος καὶ τυχὼν ἐπισημασίας παρὰ τοῦ [3] πλήθους ἀθρόας τοιαύτην διέθετο δημηγορίαν: τὸ δέος ὑμᾶς, δημόται, τὸ τῶν πατρικίων ἐντετηκὸς ἔτι ταῖς ψυχαῖς ἐκπλήσσειν ἔοικε, καὶ διὰ τοῦτο τεταπεινωμένοι φέρειν τοὺς λόγους εἰς μέσον, οἷς εἰώθατε χρῆσθαι πρὸς ἀλλήλους, ὀκνεῖτε. οἴεται δ᾽ ἴσως ἕκαστος ὑμῶν τὸν πλησίον ὑπὲρ τοῦ κοινοῦ λέξειν, καὶ πάντας μᾶλλον, εἴ τι κινδύνευμά ἐστιν, ὑπομενεῖν, αὐτὸς δ᾽ ἐν τῷ ἀσφαλεῖ βεβηκώς, τι ἂν ἐκ τοῦ τολμηροῦ χρηστὸν περιγένηται, τούτου τὸ μέρος ἕξειν ἀδεῶς: κακῶς εἰδώς. εἰ γὰρ ἅπαντες τοῦτο ὑπολάβοιμεν, καθ᾽ ἕνα ὑμῶν ἕκαστον ἀτολμία κοινὴ πᾶσιν ἔσται βλάβη, καὶ ἐν τὸ ἴδιόν τις ἀσφαλὲς ἀποσκοπεῖ [4] τὸ μετὰ πάντων κοινὸν ἀπολεῖ. ἀλλ᾽ εἰ καὶ μὴ πρότερον ἔγνωτε, ὅτι λέλυται τὸ δέος ὑμῶν καὶ τὸ ἐλεύθερον ἅμα τοῖς ὅπλοις βεβαίως ἔχετε, νῦν γ᾽ ἤδη μάθετε διδασκάλοις χρησάμενοι τούτοις. οἱ γὰρ ὑπερήφανοι καὶ βαρεῖς οὐκ ἐπιτάττοντες ὑμῖν ὡς πρότερον ἥκουσιν οὐδ᾽ ἀπειλοῦντες, ἀλλὰ δεόμενοι καὶ παρακαλοῦντες, ἐπὶ τὰ ὑμέτερα ὑμᾶς κατιέναι, καὶ ὡς ἐλευθέροις [p. 370] ἐξ ἴσου ἤδη ἄρχονται ὁμιλεῖν. τί οὖν ἔτι καταπέπληχθε αὐτοὺς καὶ σιωπᾶτε, ἀλλ᾽ οὐκ ἐλεύθερα φρονεῖτε καὶ διαρρήξαντες ἤδη ποτὲ τοὺς χαλινοὺς λέγετε εἰς τὸ κοινόν, πεπόνθατε πρὸς αὐτῶν; σχέτλιοι, [5] τί δεδοίκατε; μή τι πάθητε ἡγεμόνι τῆς ἐλευθεροστομίας ἐμοὶ χρώμενοι; κινδυνεύσω γὰρ ὑπὲρ ὑμῶν εἰπεῖν τὰ δίκαια μετὰ παρρησίας ἐγὼ πρὸς αὐτοὺς καὶ οὐδὲν ἀποκρύψομαι. καὶ ἐπειδὴ Οὐαλέριος οὐδὲν ἔφησεν εἶναι τὸ κωλῦον ἀναστρέφειν ὑμᾶς ἐπὶ τὰ οἰκεῖα τῆς βουλῆς διδούσης τὴν κάθοδον καὶ προσεψηφισμένης τὸ μὴ μνησικακεῖν, ταῦτ᾽ ἀποκρινοῦμαι πρὸς αὐτόν, ἅπερ ἐστὶν ἀληθῆ καὶ ἀναγκαῖα εἰρῆσθαι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: