previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ταύτας οἱ πρέσβεις τὰς ἀποκρίσεις λαβόντες ἀπήγγειλαν τῷ πλήθει τῶν Οὐολούσκων. συναχθείσης οὖν αὖθις ἐκκλησίας μετὰ τοῦτο κυροῦται δόγμα κοινὸν τοῦ ἔθνους προειπεῖν Ῥωμαίοις τὸν πόλεμον. ἔπειθ᾽ αἱροῦνται στρατηγοὺς αὐτοκράτορας τοῦ πολέμου Τύλλον τε καὶ Μάρκιον δυνάμεις τε ψηφίζονται καταγράφειν καὶ χρήματ᾽ εἰσφέρειν καὶ τἆλλα παρασκευάσασθαι, [2] ὅσων ὑπελάμβανον δεήσειν τῷ πολέμῳ. μελλούσης δὲ διαλύεσθαι τῆς ἐκκλησίας ἀναστὰς Μάρκιος ἔφησεν: [p. 139] α μὲν ἐψήφισται τὸ κοινὸν ὑμῶν, ἔχει καλῶς καὶ γινέσθω κατὰ τὸν οἰκεῖον ἕκαστα καιρόν: ἐν ὅσῳ δὲ τὰ στρατεύματα μέλλετε καταγράφειν καὶ τἆλλα εὐτρεπίζειν ἕξοντά τινας ὥσπερ εἰκὸς ἀσχολίας καὶ διατριβάς, ἐγὼ καὶ Τύλλος ἔργου ἐχώμεθα. ὅσοις οὖν ὑμῶν βουλομένοις ἐστὶ προνομεῦσαι τὴν τῶν πολεμίων καὶ πολλὴν ἀποτεμέσθαι λείαν, ἴτε σὺν ἡμῖν. ὑποδέχομαι δ᾽ ὑμῖν, ἐὰν θεὸς συλλάβῃ, πολλὰς καὶ καλὰς δώσειν ὡφελείας. [3] ἔτι γὰρ ἀπαράσκευοί εἰσι Ῥωμαῖοι δύναμιν οὔπω συνεστηκυῖαν ὁρῶντες ὑμετέραν, ὥστ᾽ ἀδεῶς ἡμῖν ὑπάρξει πᾶσαν ὅσην ἂν βουλώμεθα τῆς ἐκείνων χώρας καταδραμεῖν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: