previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


καὶ οὐκ ἐμοὶ ταῦτα πρώτῳ πολεμίοις ὁμόσε χωρήσαντι συνέβη παθεῖν, ἅπασι δ᾽ ὡς εἰπεῖν, ὅσοι μάχας παρακεκινδυνευμένας σὺν ἐλάττοσι ταῖς σφετέραις δυνάμεσι πρὸς μείζονας τὰς τῶν ἐχθρῶν ἐποιήσαντο. ἐδίωξαν γὰρ ἤδη τινὲς ἐχθροὺς καὶ αὐτοὶ ἔφυγον καὶ ἀπέκτεινάν τε τῶν ἐναντίων πολλοὺς καὶ [p. 328] [2] ἀπώλεσαν ἔτι πλείους τῶν σφετέρων. ἐῶ γὰρ λέγειν, ὅτι πολλοὶ καὶ τὸ παράπαν ἡττηθέντες σὺν αἰσχύνῃ τε καὶ βλάβῃ μεγάλῃ ἀνέστρεψαν, ὧν οὐδεὶς τῆς τύχης δέδωκε δίκας: ἱκανὴ γὰρ συμφορά, καὶ τὸ μηδενὸς ἐπαίνου τυχεῖν, ὡς δ᾽ εἰ καὶ μηδὲν ἄλλο, μεγάλη τοῖς ἡγεμόσι καὶ χαλεπὴ ζημία. οὐ μὴν ἀλλ᾽ ἔγωγε τοσούτου δέω λέγειν, πάντες οἱ μέτριοι δίκαιον εἶναι φήσουσιν, ὡς οὐ δεῖ με τύχης εὐθύνας ὑπέχειν, ὥστ᾽ εἰ καὶ μηδεὶς ἄλλος τοιόνδε ἀγῶνα ὑπέμεινεν εἰσελθεῖν, ἐγὼ μόνος οὐ παραιτοῦμαι, ἀλλὰ συγχωρῶ τὴν τύχην ἐξετάζεσθαι τὴν ἐμὴν οὐχ ἧττον τῆς γνώμης, ἐκεῖνο προειπών: [3] ἐγὼ τὰς ἀνθρωπίνας πράξεις τάς τε δυστυχεῖς καὶ τὰς εὐτυχεῖς οὐκ ἐκ τῶν κατὰ μέρος ἔργων πολλῶν ὄντων καὶ ποικίλων ὁρῶ κρινομένας, ἀλλ᾽ ἐκ τοῦ τέλους: καὶ ὅταν μὲν τοῦτο χωρήσῃ κατὰ νοῦν, κἂν τὰ μεταξὺ πολλὰ ὄντα μὴ καθ᾽ ἡδονὰς γένηται, οὐδὲν ἧττον ἐπαινουμένας ὑπὸ πάντων ἀκούω καὶ ζηλουμένας καὶ τῆς ἀγαθῆς νομιζομένας τύχης: ὅταν δὲ πονηρὰς λάβωσι τελευτάς, καὶ ἐὰν ἅπαντα τὰ πρὸ τοῦ τέλους ἐκ τοῦ ῥᾴστου γένηται, οὐ τῇ σπουδαίᾳ τύχῃ [4] τῶν πραξάντων ἀποδιδομένας, ἀλλὰ τῇ κακῇ. τοῦτον δὴ τὸν σκοπὸν προιδόντες αὐτοὶ ἐξετάζετε καὶ τὴν ἐμὴν τύχην, παρὰ τοὺς πολέμους κέχρημαι. καὶ ἐὰν μὲν εὕρητε ἡττημένον με ὑπὸ τῶν πολεμίων, πονηρὰν [p. 329] καλεῖτέ μου τὴν τύχην, ἐὰν δὲ κεκρατηκότα τῶν ἐχθρῶν, ἀγαθήν: περὶ μὲν οὖν τῆς τύχης, οὐκ ἀγνοῶν, ὅτι φορτικοὶ πάντες εἰσὶν οἱ περὶ αὐτῆς λέγοντες, ἔχων ἔτι πλείω λέγειν παύσομαι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: