previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


βραδεῖα μὲν ἀγανάκτησις ὑμῶν γίνεται περὶ ὧν ὑβρίζεσθε ὑπὸ τῶν πολεμίων, ἄνδρες στρατιῶταί τε καὶ ἡγεμόνες: καὶ τὸ βουλόμενον ἑκάστου χωρεῖν ὁμόσε τοῖς ἐναντίοις πολὺ τοῦ δέοντος ὕστερον φαινόμενον ἄωρόν ἐστι. παλαίτερον γὰρ ἔτι τοῦθ᾽ ὑμᾶς ἔδει πράττειν, ὅτε πρῶτον αὐτοὺς εἴδετε καταβαίνοντας ἐκ τῶν ἐρυμάτων καὶ μάχης ἄρχειν βουλομένους. τότε γὰρ δήπου καλὸς περὶ τῆς ἡγεμονίας ἦν ἀγὼν καὶ τοῦ Ῥωμαίων φρονήματος ἄξιος. νῦν δ᾽ ἀναγκαῖος ἤδη γίνεται, καὶ οὐδ᾽, ἂν τὸ κράτιστον λάβῃ [2] τέλος, ὁμοίως καλός. εὖ δὲ καὶ νῦν ποιεῖτε ὅμως ἐπανορθώσασθαι τὴν βραδυτῆτα βουλόμενοι καὶ τὰ [p. 284] παραλειφθέντα ἀναλαβεῖν, καὶ πολλὴ χάρις ὑμῖν τῆς ἐπὶ τὰ κράτιστα ὁρμῆς, εἴ γ᾽ ὑπ᾽ ἀρετῆς γίνεται: κρεῖττον γάρ ἐστιν ὀψὲ ἄρξασθαι τὰ δέοντα πράττειν μηδέποτε: εἴτ᾽ οὖν ἅπαντες ὁμοίους ἔχετε περὶ τῶν συμφερόντων λογισμούς, καὶ προθυμία τῆς ἐπὶ τὸν ἀγῶνα ὁρμῆς ἅπαντας αὐτὴ κατείληφε. [3] νῦν δὲ φοβούμεθα, μὴ τὰ περὶ τῆς κληρουχίας προσκρούσματα τῶν δημοτικῶν πρὸς τοὺς ἐν τέλει μεγάλης αἴτια τῷ κοινῷ γένηται βλάβης: ὑποψία τε ἡμᾶς κατείληφεν, ὡς περὶ τῆς ἐξόδου καταβοὴ καὶ ἀγανάκτησις οὐκ ἀπὸ τῆς αὐτῆς προαιρέσεως παρὰ πάντων γίνεται, ἀλλ᾽ οἱ μὲν ὡς τιμωρησόμενοι τοὺς πολεμίους προθυμεῖσθε [4] τοῦ χάρακος ἐξελθεῖν, οἱ δ᾽ ὡς ἀποδρασόμενοι. ἐξ ὧν δὲ παρέστηκεν ἡμῖν ταῦθ᾽ ὑποπτεύειν, οὐ μαντεῖαί εἰσιν οὐδὲ στοχασμοί, ἀλλ᾽ ἔργα ἐμφανῆ καὶ οὐδὲ ταῦτα παλαιά, ἀλλ᾽ ἐν τῷ παρελθόντι ἐνιαυτῷ γενόμενα, ὡς ἅπαντες ἴστε, ὅτ᾽ ἐπὶ τοὺς αὐτοὺς πολεμίους τούτους πολλῆς καὶ ἀγαθῆς ἐξελθούσης στρατιᾶς, καὶ τῆς πρώτης μάχης τὸ κράτιστον ἡμῖν λαβούσης τέλος, δυνηθέντος ἂν τοῦ τότ᾽ ἄγοντος ὑμᾶς ὑπάτου Καίσωνος, ἀδελφοῦ δ᾽ ἐμοῦ τουδὶ καὶ τὸν χάρακα τῶν πολεμίων ἐξελεῖν καὶ νίκην τῇ πατρίδι καταγαγεῖν λαμπροτάτην, φθονήσαντες αὐτῷ δόξης τινές, ὅτι δημοτικὸς οὐκ ἦν, οὐδὲ τὰ κεχαρισμένα τοῖς πένησι διετέλει πολιτευόμενος, τῇ πρώτῃ νυκτὶ μετὰ τὴν μάχην ἀνασπάσαντες τὰς σκηνὰς ἄνευ παραγγέλματος ἀπέδρασαν [p. 285] ἐκ τοῦ χάρακος, οὔτε τὸν κίνδυνον ἐνθυμηθέντες τὸν καταληψόμενον αὐτοὺς ἀτάκτως καὶ χωρὶς ἡγεμόνος ἀπιόντας ἐκ πολεμίας γῆς καὶ ταῦτ᾽ ἐν νυκτί, οὔτε τὴν αἰσχύνη, ὅση καθέξειν αὐτοὺς ἔμελλεν, ὑπολογισάμενοι, ὅτι παρεχώρουν τοῖς πολεμίοις τῆς ἡγεμονίας, τὸ γοῦν ἐφ᾽ ἑαυτοῖς μέρος, καὶ ταῦθ᾽ οἱ [5] νικήσαντες τοῖς κεκρατημένοις. τούτους δὴ τοὺς ἄνδρας ὀρρωδοῦντες, ταξίαρχοί τε καὶ λοχαγοὶ καὶ στρατιῶται, τοὺς οὔτ᾽ ἄρχειν δυναμένους οὔτ᾽ ἄρχεσθαι βουλομένους πολλοὺς καὶ αὐθάδεις ὄντας καὶ τὰ ὅπλα ἔχοντας ἐν χερσίν, οὔτε πρότερον ἐβουλόμεθα μάχην συνάπτειν οὔτε νῦν ἔτι θαρσοῦμεν ἐπὶ τοιούτοις συμμάχοις τὸν ὑπὲρ τῶν μεγίστων ἀγῶνα ἄρασθαι, μὴ κωλύματα καὶ βλάβαι γένωνται τοῖς ἅπαντα τὰ καθ᾽ [6] ἑαυτοὺς πρόθυμα παρεχομένοις. εἰ μέντοι κἀκείνων θεὸς ἐπὶ τὰ κρείττω τὸν νοῦν ἄγει νυνὶ καὶ καταβαλόντες τὸ στασιάζον, ὑφ᾽ οὗ νῦν πολλὰ καὶ μεγάλα βλάπτεται τὸ κοινόν, γε δὴ εἰς τοὺς τῆς εἰρήνης ἀναβαλόμενοι καιρούς, ἐπανορθώσασθαι βούλονται τὰ παρελθόντα ὀνείδη τῇ νῦν ἀρετῇ, μηδὲν ἔτι τὸ κωλῦσον ἔστω χωρεῖν ὑμᾶς ἐπὶ τοὺς πολεμίους, τὰς ἀγαθὰς προβαλλομένους ἐλπίδας. [7] ἔχομεν δὲ πολλὰς μὲν καὶ ἄλλας ἀφορμὰς εἰς τὸ νικᾶν, μεγίστας δὲ καὶ κυριωτάτας, ἃς τὸ τῶν πολεμίων ἀνόητον ἡμῖν παρέχει, οἵ γε πλήθει στρατιᾶς μακρῷ προὔχοντες ἡμῶν καὶ τούτῳ [p. 286] μόνῳ δυνηθέντες ἂν πρὸς τὰς ἡμετέρας τόλμας τε καὶ ἐμπειρίας ἀντέχειν ἀπεστερήκασι τῆς μόνης ὠφελείας ἑαυτοὺς ἀπαναλώσαντες τὸ πλεῖον τῆς δυνάμεως μέρος εἰς τὰς τῶν φρουρίων φυλακάς. [8] ἔπειτα δέον αὐτοὺς σὺν εὐλαβείᾳ καὶ λογισμῷ σώφρονι πράττειν ἕκαστα, ἐνθυμουμένους, πρὸς οἵους ἄνδρας καὶ πολὺ ἀλκιμωτέρους αὐτῶν κίνδυνος ἔσται, θρασέως καὶ ἀπερισκέπτως ἐπὶ τὸν ἀγῶνα χωροῦσιν, ὡς ἄμαχοί τινες καὶ ὡς ἡμῶν καταπεπληγότων αὐτούς. αἱ γοῦν ἀποταφρεύσεις καὶ αἱ μέχρι τοῦ χάρακος ἡμῶν καθιππεύσεις καὶ τὰ πολλὰ ἐν λόγοις τε καὶ ἔργοις ὑβρίσματα τοῦτο δύναται. [9] ταῦτά τε δὴ ἐνθυμούμενοι καὶ τῶν προτέρων ἀγώνων μεμνημένοι πολλῶν ὄντων καὶ καλῶν, ἐν οἷς αὐτοὺς ἐνικᾶτε, χωρεῖτε μετὰ προθυμίας καὶ ἐπὶ τόνδε τὸν ἀγῶνα: καὶ ἐν ἂν ὑμῶν ἕκαστος χωρίῳ ταχθῇ, τοῦθ᾽ ὑπολαβέτω καὶ οἶκον εἶναι καὶ κλῆρον καὶ πατρίδα: καὶ τε σώζων τὸν παραστάτην ἑαυτῷ πράττειν τὴν σωτηρίαν ὑπολαβέτω, καὶ ἐγκαταλιπὼν τὸν πέλας ἑαυτὸν ἡγείσθω τοῖς πολεμίοις προδιδόναι. μάλιστα δ᾽ ἐκεῖνο μεμνῆσθαι προσῆκεν, ὅτι μενόντων μὲν ἀνδρῶν καὶ μαχομένων ὀλίγον τὸ ἀπολλύμενόν ἐστιν, ἐγκλινάντων δὲ καὶ φευγόντων κομιδῇ βραχὺ σωζόμενον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: