previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[134] οἱ δ᾽ ἐν ἄστει ὡσαύτως τὴν ναῦν ἰδόντες καὶ τῆς νίκης περὶ δείλην ἑσπέραν πυθόμενοι ἐς τὰς ὁδοὺς ἐξεπήδων καὶ διενυκτέρευον μετ᾽ ἀλλήλων, ἡδόμενοι καὶ συμπλεκόμενοι ὡς ἄρτι μὲν ἐλεύθεροι φόβων γεγονότες, ἄρτι δ᾽ ἄρχοντες ἑτέρων ἀσφαλῶς, ἄρτι δὲ βέβαιον τὴν πόλιν ἔχοντες, καὶ νενικηκότες οἵαν οὔτινα πρότερον ἄλλην νικην. πολλὰ μὲν γὰρ αὑτοῖς συνῄδεσαν ἔργα λαμπρά, πολλὰ δε τοῖς πατρασιν ἔς τε Μακεδόνας καὶ Ἴβηρας καὶ ἐς Ἀντίοχον τὸν μέγαν ἔναγχος καὶ περὶ αὐτὴν Ἰταλίαν: πόλεμον δ᾽ οὐδένα ἄλλον οὕτως ἐπὶ θύραις ἐπίφοβον αὑτοῖς ᾔδεσαν, διά τε ἀνδρείαν καὶ φρόνημα καὶ τόλμαν ἐχθρῶν καὶ ἀπιστίαν ἐν σφίσιν ἐπικίνδυνον γενόμενον. ἀνέφερον δὲ καὶ ὧν ἔπαθον ὑπὸ Καρχηδονίων ἔν τε Σικελίᾳ καὶ Ἰβηρίᾳ καὶ περὶ αὐτὴν Ἰταλίαν ἑκκαίδεκα ἔτεσιν, Ἀννίβου τετρακόσια ἐμπρήσαντος ἄστη καὶ μυριάδας ἀνδρῶν τριάκοντα ἐν μόναις μάχαις ἀνελόντος, ἐπί τε τὴν Ῥώμην πολλάκις ἐλάσαντος καὶ ἐς ἔσχατον κινδύνου συναγαγόντος. ὧν ἐνθυμούμενοι μάλιστα ἐξίσταντο περὶ τῆς νίκης ἐς ἀπιστίαν αὐτῆς, καὶ αὖθις ἀνεπυνθάνοντο ἀλλήλων εἰ τῷ ὄντι Καρχηδὼν κατέσκαπται: ἐλεσχήνευόν τε δι᾽ ὅλης νυκτὸς ὅπως μὲν αὐτῶν τὰ ὅπλα περιῃρέθη καὶ ὅπως αὐτίκα παρὰ δόξαν ἐτεκτήναντο ἕτερα, ὅπως δὲ τὰς ναῦς ἀφῃρέθησαν καὶ στόλον ἐπήξαντο πάλιν ἐξ ὕλης παλαιᾶς, τό τε στόμα τοῦ λιμένος ὡς ἀπεκλείσθη, καὶ στόμα ὡς ὠρύξαντο ἕτερον ὀλίγαις ἡμέραις. καὶ τὸ τῶν τειχῶν ὕψος αὐτοῖς διὰ στόματος ἦν, καὶ τὰ τῶν λίθων μεγέθη, καὶ τὸ πῦρ πολλάκις ταῖς μηχαναῖς ἐπήνεγκαν. ὅλως τε τὸν πόλεμον ὡς ὁρῶντες ἄρτι γιγνόμενον ἀλλήλοις διετύπουν, καὶ ἐς τὰς φαντασίας τῶν λεγομένων τῷ σχήματι τοῦ σώματος συνεφέροντο. καὶ τὸν Σκιπίωνα ὁρᾶν ἐδόκουν ἐπὶ κλιμάκων, ἐπὶ νεῶν, ἐν π ύλαις, ἐν μάχαις, πανταχοῦ διαθεοντα. οὕτω μὲν οι Ῥωμαῖοι διενυκτέρευσαν,


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (1 total)
  • Cross-references to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: