previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[101] ὅθεν οἷ Φαμέας οὐκ ἐπεχείρει μόνῳ. καὶ γιγνομένου τοῦδε συνεχῶς τὸ μὲν κλέος ηὔξετο τῷ Σκιπίωνι, οἱ δ᾽ ἕτεροι χιλίαρχοι κατὰ φθόνον ἐλογοποίουν ξενίαν ἐκ πατερων εἶναι Φαμέᾳ πρὸς Σκιπίωνα τὸν τοῦδε πάππον. Λιβύων δὲ τοῖς ἐς πύργους καὶ φρούρια, πολλὰ ἦν ἐν τῇ χώρᾳ, καταφυγοῦσιν οἱ μὲν ἄλλοι χιλίαρχοι σπενδόμενοι καὶ μεθιέντες ἐπετίθεντο ἀπιοῦσιν, δὲ Σκιπίων ἐς τὰ οἴκοι παρέπεμπε, καὶ ἀπὸ τοῦδε οὐ πρὶν Σκιπίωνα ἀφικέσθαι συνετίθετο οὐδείς. τοσαύτη δόξα αὐτοῦ ἀνδρείας τε πέρι καὶ πίστεως καὶ παρὰ τοῖς ἰδίοις δι᾽ ὀλίγου ἐγεγένητο καὶ παρὰ τοῖς πολεμίοις. ἐπανελθόντων δ᾽ αὐτῶν ἀπὸ τῆς προνομῆς ἐς τὸ στρατόπεδον, οἱ Καρχηδόνιοι νυκτὸς ἐπέθεντο τῷ ἐπινείῳ: καὶ θόρυβος ἦν ποικίλος, συνεπηχούντων ἐς ἔκπληξιν τῶν ἐν ἄστει Καρχηδονίων. μὲν οὖν Μανίλιος τὸν στρατὸν ἔνδον συνεῖχεν ὡς ἐν ἀγνοίᾳ τοῦ κακοῦ: δὲ Σκιπίων ἱππέων ἴλας δέκα λαβὼν ἐπῆγε μετὰ δᾴδων ἡμμένων, προειπὼν διὰ τὴν νύκτα μὴ συμπλέκεσθαι, περιτρέχειν δὲ σὺν τῷ πυρὶ καὶ τὸ πλῆθος ἐπιφαίνειν καὶ φόβον ἐμπεσουμένων παρέχειν ἀεί, μέχρι ταρασσόμενοι διχόθεν οἱ Καρχηδόνιοι κατεπλάγησαν καὶ ἐς τὴν πόλιν ἐσέφυγον. καὶ τόδε τοῖς Σκιπίωνος κατορθώμασι προσεγίγνετο. ἦν τε διὰ στόματος ἐπὶ πᾶσιν ἔργοις ὡς μόνος ἄξιος Παύλου τε τοῦ πατρὸς τοῦ Μακεδόνας ἑλόντος καὶ τῶν Σκιπιώνων, ἐς οὓς κατὰ θέσιν ἀνείληπτο.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: