previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[81]τῆς μὲν εὐπειθείας ὑμᾶς, Καρχηδόνιοι, καὶ προθυμίας τῆς μέχρι νῦν ἔς τε τὰ ὅμηρα καὶ τὰ ὅπλα ἐπαινοῦμεν, χρὴ δ᾽ ἐν τοῖς ἀναγκαίοις βραχυλογεῖν. ὑπόστητε γενναίως τὸ λοιπὸν τῆς συγκλήτου κέλευσμα: ἔκστητε τῆς Καρχηδόνος ἡμῖν, καὶ ἀνοικίσασθε ὅπῃ θέλετε τῆς ὑμετέρας, ὀγδοήκοντα σταδίους ἀπὸ θαλάσσης: τήνδε γὰρ ἡμῖν ἔγνωσται κατασκάψαι.’ οἱ δ᾽ ἔτι λέγοντος αὐτοῦ τὰς χεῖρας ἐς τὸν οὐρανὸν ἀνέσχον μετὰ βοῆς, καὶ τοὺς θεοὺς ὡς ἠπατημένοι κατεκάλουν, πολλά τε καὶ δυσχερῆ κατὰ Ῥωμαίων ἐβλασφήμουν, θανατῶντες ἔκφρονες ὄντες, τοὺς Ῥωμαίους ἐς μύσος πρέσβεων διερεθίζοντες. ἔς τε τὴν γῆν σφᾶς ἐρρίπτουν, καὶ χερσὶ καὶ κεφαλαῖς αὐτὴν ἔτυπτον: οἱ δὲ καὶ τὰς ἐσθῆτας ἐπερρήγνυντο, καὶ τοῖς σώμασι τοῖς ἑαυτῶν ἐνύβριζον ὡς ὑπὸ ἀνοίας ἐνηδρευμένοι. ἐπεὶ δέ ποτε αὐτοῖς οἶστρος ἔληξε, σιωπὴ πολλὴ καὶ κατήφεια ἦν οἷα νεκρῶν κειμένων. Ῥωμαῖοι δ᾽ ἐξεπλήσσοντο, καὶ οἱ ὕπατοι φέρειν αὐτοὺς ἐγνώκεσαν ὡς ἐπὶ ἀλλοκότῳ κελεύσματι, μέχρι παύσαιντο ἀγανακτοῦντες, καλῶς εἰδότες ὅτι τὰ μέγιστα δεινὰ αὐτίκα μὲν ἐς θρασύτητα ἐκπλήσσει, σὺν χρόνῳ δὲ καταδουλοῖ τὴν τόλμαν ἀνάγκη. καὶ τότε ἔπαθον οἱ Καρχηδόνιοι: παρὰ γὰρ τὴν σιωπὴν ἁπτομένου σφῶν τοῦ κακοῦ μᾶλλον, ἀγανακτεῖν μὲν ἔτι ἐπαύσαντο, ἀνέκλαιον δὲ καὶ κατεθρήνουν ἑαυτούς τε καὶ παῖδας καὶ γυναῖκας ἐξ ὀνομάτων, καὶ τὴν πατρίδα αὐτήν, ὡς ἐς ἄνθρωπον ἀκούουσαν λέγοντες οἰκτρὰ καὶ πολλά. οἱ δὲ ἱερεῖς καὶ τὰ τῶν ἱερῶν ὀνόματα καὶ τοὺς ἐν αὐτοῖς θεοὺς ἀνεκάλουν, ὡς παροῦσι κἀκείνοις προφέροντες τὴν ἀπώλειαν. ἦν τε παμμιγὴς καὶ ἐλεεινὸς οἶκτος οἰμωζόντων ὁμοῦ τά τε κοινὰ καὶ τὰ ἴδια, μέχρι καὶ Ῥωμαίους αὐτοῖς ἐπιδακρῦσαι.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: