previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[79] εἰ δὲ καὶ ἀνημέρων ἐτετυχήκειμεν ἐχθρῶν, κόρος ἐστὶν ἀτυχημάτων ὅσα πεπόνθαμεν, οἳ τὴν ἡγεμονίαν τῆς τε γῆς καὶ θαλάσσης ἀφῃρήμεθα, καὶ τὰς ναῦς ὑμῖν παρεδώκαμεν, καὶ ἄλλας οὐκ ἐπικτώμεθα, καὶ θήρας καὶ κτήσεως ἐλεφάντων ἀπέστημεν, καὶ ὅμηρα τὰ κράτιστα καὶ πάλαι καὶ νῦν παρεδώκαμεν, καὶ φόρους τελοῦμεν εὐτάκτως οἱ παρ᾽ ἑτέρων ἀεὶ λαμβάνοντες. καὶ τάδε ἤρκεσε τοῖς πατράσιν ὑμῶν, οἷς ἐπολεμήσαμεν: καὶ συνθήκας ἐπ᾽ αὐτοῖς ἐγράψαντο ἡμῖν ὡς φίλοις τε καὶ συμμάχοις, καὶ ὅρκος ἔστιν ἐν ταῖς συνθήκαις ἀμφοῖν ὅμοιος. κἀκεῖνοι μὲν ἡμῖν, οἷς ἐπολεμήσαμεν, πιστοὶ μετὰ ταῦτα ἐγένοντο: ὑμεῖς δέ, οἷς οὐδ᾽ ἐς χεῖρας ἤλθομεν, τί τῶνδε τῶν συνθηκῶν αἰτιώμενοι παραβεβάσθαι, τὸν πόλεμον τόνδε ὀξέως οὕτως ἐψηφίσασθέ τε καὶ ἀκηρύκτως ἐπηγάγετε ἡμῖν; πότερον οὐ δίδομεν τοὺς φόρους; ναῦς ἔχομεν, τοὺς ἐπιφθόνους ἐλέφαντας; οὐ πιστοὶ τὰ πρὸς ὑμᾶς ἐξ ἐκείνου γεγόναμεν; οὐκ ἐλεεινοὶ τῶν πέντε μυριάδων τῶν χθὲς ἀπολομένων ὑπὸ λιμοῦ; ἀλλὰ Μασσανάσσῃ πεπολεμήκαμεν: πολλά γε πλεονεκτοῦντι: καὶ πάντα δι᾽ ὑμᾶς ἐφέρομεν. ἀπαύστως δ᾽ ἔχων καὶ ἀθεμίστως ἐς ἡμᾶς καὶ τὸ ἔδαφος ἐν καὶ ἐτράφη καὶ ἐπαιδεύθη, γῆν ἄλλην ἡμῶν ἀπέσπα περὶ τὸ Ἐμπόριον: καὶ λαβὼν καὶ τήνδε ἐπέβαινεν ἑτέρας, μέχρι τὰς συνθήκας ἡμῖν τὰς πρὸς ὑμᾶς συνέχεεν: εἰ τοῦτ᾽ ἐστὶν τοῦδε τοῦ πολέμου πρόφασις, ἡμεῖς δὲ καὶ τοὺς ἀμυναμένους αὐτὸν ἐξεκηρύξαμεν, καὶ πρὸς ὑμᾶς πρέσβεις ἐπέμψαμεν οἳ περὶ τούτων ἀπελογοῦντο, καὶ ἑτέρους αὐτοκράτορας ὅπῃ θέλετε συνθέσθαι. τί οὖν ἔδει νεῶν καὶ στόλου καὶ στρατοῦ πρὸς ἄνδρας οὐχ ὁμολογοῦντας μὲν ἁμαρτεῖν, ἑαυτοὺς δὲ ὑμῖν ἐπιτρέποντας; ὅτι δὲ οὐκ ἀπατῶντες ὑμᾶς, οὐδὲ μικρολογούμενοι παθεῖν τι ἂν ζημιῶτε, ταῦτα προυτείνομε ν, ἐπιδέδεικται σαφῶς. ὅτε τοὺς ἀρίστους παῖδας ἐς ὁμηρείαν αἰτοῦσιν ὑμῖν εὐθύς, ὡς τὸ δόγμα ἐκέλευε, τὰς τριάκοντα προλαβόντες ἡμέρας, ἀπεστείλαμεν. τοῦ δ᾽ αὐτοῦ δόγματός ἐστιν, ἢν παράσχωμεν ὑμῖν τὰ ὅμηρα, τὴν Καρχηδόνα ἐλευθέραν ἐᾶν καὶ αὐτόνομον, κεκτημένην ἔχομεν.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: