previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[10] Νομάδων δὲ τῶν ἐν Λιβύῃ δυνάσται μὲν ἦσαν κατὰ μέρη πολλοί, Σύφαξ δ᾽ ὑπὲρ ἅπαντας, καὶ τιμὴν εἶχε πρὸς τῶν ἄλλων ἐπιφανῆ. Μασσυλίων δ᾽ αὖ, γένους ἀλκίμου, παῖς ἦν τοῦ βασιλέως Μασσανάσσης, ὃς ἐτέθραπτο μὲν ἐν Καρχηδόνι καὶ ἐπεπαίδευτο, ὄντι δ᾽ αὐτῷ καὶ τὸ σῶμα καλῷ καὶ τὸν τρόπον ἀρίστῳ Ἀσδρούβας Γέσκωνος, οὐδενὸς Καρχηδονίων δεύτερος, ἠγγύησε τὴν θυγατέρα, καίπερ ὄντι Νομάδι, Καρχηδόνιος ὤν. ὡς δ᾽ ἠλλύησεν, ἐπήγετο ἐς Ἰβηρίαν στρατηγῶν τὸ μειράκιον. Σύφαξ δὲ κνιζό μενος ὑπ᾽ ἔρωτος ἐπὶ τῇ παιδὶ τὰ Καρχηδονίων ἐλεηλάτει, καὶ Σκιπίωνι διαπλεύσαντι πρὸς αὐτὸν ἐξ Ἰβηρίας συνέθετο συμμαχήσειν ἐπὶ Καρχηδονίους ἰόντι. αἰσθόμενοι δ᾽ οἱ Καρχηδόνιοι καὶ μέγα ποιούμενοι ἐς τὸν πρὸς Ῥωμαίους πόλεμον Σύφακα προσλαβεῖν, ἐξέδοσαν αὐτῷ τὴν παρθένον ἀγνοούντων καὶ ὄντων ἐν Ἰβηρίᾳ Ασδρούβου τε καὶ Μασσανάσσου. ἐφ᾽ οἷς Μασσανάσσης ὑπεραλγῶν συνετίθετο καὶ ὅδε ἐν Ἰβηρίᾳ τῷ Σκιπίωνι, λανθάνων, ὡς ᾤετο, Ἀσδρούβαν. δ᾽ αἰσθόμενος βαρέως μὲν ἔφερεν ὑπὲρ τοῦ μειρακίου καὶ τῆς θυγατρός, ὑβρισμένοιν ἀμφοῖν, ἡγεῖτο δ᾽ ὅμως τῇ πατρίδι συμφέρειν ἐκποδὼν Μασσανάσσην ποιήσασθαι, καὶ ἐπανιόντι ἐς Λιβύην ἐξ Ἰβηρίας ἐπὶ θανάτῳ τοῦ πατρὸς συνέπεμπε προπομποὺς ἱππέας, οἷς εἴρητο ἀφανῶς ἐπιβουλεύειν αὐτῷ καὶ κτείνειν ὅπῃ δύναιντο.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: